# Commentarii in Joannem 1.586

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.586

προσλαλεῖν τὰ συμφέροντα, περιστολῆς ἁπάσης τῆς ἐπὶ τούτῳ παρῃρημένης· τοῖς δὲ εἶναι δοκοῦσιν ἀδελφοῖς, μὴ οὐχὶ πολλῷ καὶ πλείονι χαρίζεσθαι μέτρῳ, τὰ ἐφ' οἷς ἔμελλον οὐ μετρίως ὠφελούμενοι μανθάνειν ἔχοντες ἤδη τῆς σοφίας τὸν χορηγόν. ἔθος δὲ τοῦτο τῷ Σωτῆρι Χριστῷ· δραξάμενος γὰρ εὐκαίρου προφάσεως ἔσθ' ὅτε, μακρὰς τοῖς ἀκροωμένοις ἐξυφαίνει τὰς κατηχήσεις. ἀεὶ τοιγαροῦν, φησὶ, φίλον ἑκάστῳ τὸ συγγενὲς, καὶ ἡ τοῦ τρόπου ταυτότης παραδόξως συνάγει πρὸς διάθεσιν. ὁ κόσμος ὑμᾶς οὐ μισεῖ· φρονεῖτε γὰρ ἔτι τὰ αὐτοῦ· ἐμὲ δὲ μισεῖ, οὐχ ἡδέως ἔχων ἐφ' οἷς ἂν ἀσχημονῇ παρ' ἐμοῦ κατηγορούμενος· οὐκοῦν ἀκινδύνως ἐπελεύσεσθε μὲν ὑμεῖς ἐπὶ τήνδε τὴν ἑορτὴν, ἐγὼ δὲ οὐκέτι. διαλέξομαι γὰρ πάντως καὶ ἐρῶ παρὼν τὰ συμφέροντα, πικρὸς δὲ τοῖς φιληδόνοις ὁ ἔλεγχος, καὶ πρὸς ὀργὴν ἀνακαῦσαι δεινὸς τὸν ὅτι προσήκοι σωφρονεῖν οὐ καταδεχόμενον. Ὠφελεῖ δὲ πάλιν καὶ διὰ τούτων ἡμᾶς τῶν ῥημάτων ὁ Κύριος· καὶ γὰρ δὴ ποιεῖσθαι τοὺς ἐλέγχους οὐκ ἀπερισκέπτως συμφέρει, οὐδὲ εἰς πάντας ἐκφέρειν μετ' ἐπιπλήξεως τὴν ὑφήγησιν, ἀλλ' εἰδέναι τὸ γεγραμμένον "Μὴ "ἔλεγχε κακοὺς, ἵνα μὴ μισήσωσί σε," ὅτε τὸ μῖσος ἡμῖν οὐκ ἀζήμιον, εἰς ὦτα δὲ μᾶλλον ἀκουόντων ἐπείγεσθαι λαλεῖν, κατὰ τὸ γεγραμμένον. φιλαμαρτήμων μὲν γὰρ ὁ κόσμος ἐστὶν, ἐπανορθωτὴς δὲ τῶν οὐ δεόντως ἐπιτελουμένων ὁ Κύριος· δι' ἐλέγχου δὲ πολλάκις ποιεῖσθαι προσήκει τὴν ἐπανόρθωσιν· τὸ γὰρ ὅλως καταλέγειν τῆς ἁμαρτίας, ἐπιτιμᾶν ἐστι τοῖς ἀγαπῶσιν αὐτὴν, καὶ τὸ τῆς φαυλότητος κατηγορεῖν, ἐπιπλήττειν ἐστὶ τοῖς ἔχουσιν αὐτήν. ὅταν οὖν ἀνάγκη μὲν εἰς τὸ ἐλέγχειν καλῇ τὸν διδάσκοντα, καὶ ὁ τῆς θεραπείας τρόπος διὰ τούτων ἰέναι κελεύῃ, χαλεπαίνῃ δὲ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
