# Commentarii in Joannem 1.587

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.587

λίαν ὁ διὰ τῶν ἐλέγχων ἀβουλήτως παιδαγωγούμενος, τότε δεῖ πάντως τὰ ἐκ μίσους ἀναφύεσθαι κακά. διὰ τοῦτό φησιν ὁ Σωτὴρ ἑαυτὸν μισεῖσθαι παρὰ τοῦ κόσμου, ὡς οὔπω χωρεῖν ἰσχύοντος τὴν μετ' ἐπιπλήξεως παραίνεσιν, ὅταν καὶ τοῦτο προσήκῃ γενέσθαι διὰ τὸ χρήσιμον. νοῦς γὰρ ἐπὶ ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς τυραννούμενος, χαλεπαίνει δὴ πάντως τὸν ὅτι προσήκοι σωφρονεῖν ἀναπείθοντα λόγον. ταῦτα δέ φησιν ὁ Σωτὴρ οὐκ ἀποφήσας παντελῶς τὴν ἐν τοῖς Ἱεροσολύμοις ἀποδημίαν, οὐδὲ πρὸς ἐλέγχους ἀπειρηκὼς τοὺς οἵπερ ἂν φαίνοιντο τοῖς ἁμαρτάνουσι χρήσιμοι, ἀλλ' ἐν καιρῷ τῷ δεόντι δρᾶν καὶ τοῦτο μετὰ τῶν ἄλλων διανοούμενος. σημειωτέον δὲ ὅτι καὶ τοῖς ἑαυτοῦ μαθηταῖς τοιοῦτόν τι φησί. παραμυθούμενος γὰρ, καὶ οὐ σφόδρα τοῖς ἐπισυμβήσεσθαι μέλλουσιν ἐπασχάλλειν διδάσκων, ὅταν αὐτὸν τῇ οἰκουμένῃ κηρύττωσι, καὶ μυρίοις διὰ τοῦτο περιπίπτωσι πειρασμοῖς "Εἰ ἦτε, φησὶν, ἐκ τοῦ "κόσμου, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ἐπειδὴ δὲ ἐκ τοῦ "κόσμου οὐκ ἐστὲ, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος." κόσμον ἐν τούτοις οὐ τὴν ὁρωμένην κτίσιν ἀποκαλῶν, μᾶλλον δὲ τοὺς φρονοῦντας τὰ ἐν κόσμῳ· οἷς δὴ καὶ λίαν ὁ μὲν τῶν ἴσων οὐκ ἐραστὴς, σκληρὸς καὶ προσάντης καὶ ἐν ἐχθροῦ τινος τάξει λελόγισται· συγγενὴς δὲ καὶ φίλος ὁ συνεθελητὴς, καὶ τῇ τοῦ βίου ταυτότητι πρὸς ἰσοτροπίαν τὴν ἐπ' αἰσχροῖς συσφιγγόμενος. Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται. Ἀποφάσκει μὲν ἤδη σαφῶς τὸ βούλεσθαι τοῖς Ἰουδαίοις συνεορτάζειν ὁ Κύριος, ἤγουν ἰέναι κατὰ ταὐτὸν, ὡς συμμε-

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
