# Commentarii in Joannem 1.592

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.592

βεβαιοῦτο καιρόν· ἄνεισι μετ' αὐτοὺς, οὐχ ἕτερα μὲν λέγων, πράττων δὲ οἷς ἂν λέγοι τὰ ἐναντία· τοῦτο γὰρ ἦν ἤδη καὶ ψεύδεσθαι, καίτοι δόλου, τουτέστι ψεύσματος, οὐχ ηὑρῆσθαι λεγομένου παντελῶς ἐν τῷ στόματι αὐτοῦ· ἀλλ' ὄντως ἐκεῖνο δρᾶν ὅπερ ὑπέσχετο προθυμούμενος. οὐ γὰρ ἀναβαίνει συνεορτάσων, νουθετήσων δὲ μᾶλλον, καὶ ἐπείπερ εἰς τὸ σώζειν ἀφίκετο, τὰ εἰς ζωὴν ἀναφέροντα τὴν αἰώνιον ἐρῶν τε καὶ εἰσηγησόμενος. ὅτι γὰρ οὗτος ἦν ὁ σκοπὸς ἐν αὐτῷ, διδάξει σαφῶς τὸ μηδὲ τοῖς ἀνιοῦσιν ἐθελῆσαι συμβαδίζειν αὐτὸν, ἀνελθεῖν δὲ μόλις καὶ λεληθότως, οὐ παῤῥησίᾳ καὶ ἱλαρότητι χρώμενον τῶν ἰόντων ἐπὶ πανήγυριν. Καὶ γοῦν, ὅτε λοιπὸν ἐπὶ τὸ σωτήριον ἀνέβαινε πάθος, ἀνῆλθεν οὐ κεκρυμμένως, ἀλλὰ πώλῳ μὲν ἐποχούμενος εἰς τύπον τοῦ νέου λαοῦ, νηπίων δὲ προελαύνοντα δῆμον οὐκ εὐαρίθμητον ἔχων, σχῆμα πάλιν ἀποπληροῦντα τοῦ τεχθησομένου λαοῦ, περὶ οὗ γέγραπται "Καὶ λαὸς ὁ κτιζόμενος "αἰνέσει τὸν Κύριον." ἀνεφώνει δὲ καὶ τὰ προβαδίζοντα βρέφη "Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὡσαννὰ "ἐν τοῖς ὑψίστοις." οὐκοῦν διὰ τοῦ λεληθότως ἀνελθεῖν, ἀποδεικνύει ὅτι συνεορτάσων μὲν οὐδαμῶς, προσδιαλεχθησόμενος δὲ μᾶλλον αὐτοῖς εἰς Ἱεροσόλυμα παραγέγονεν ὁ Χριστός· ὡς γὰρ ἤδη προλαβόντες εἰρήκαμεν, οὔπω παντελῶς τοῦ Ἰσραὴλ ἀπανίσταται, πρὶν ἂν θανάτῳ παραδοθεὶς, ἀξίως ἤδη φαίνηται τοῦτο ποιῶν. Τοῦ δὲ εἰπεῖν μὲν, ὡς οὐκ ἀναβήσεται, μετὰ δὲ τοῦτο μὴ παραιτεῖσθαι τὸ ἀνελθεῖν, εὑρήσεις καὶ πάλαι τὸν τύπον ἀποπληρούμενον ἐν βιβλίῳ τῷ ἐπίκλην Ἐξόδῳ. Μωυσῆς μὲν γὰρ ὁ θεοσπέσιός τε καὶ ἱερώτατος τὰς ἐν τῷ ὄρει διατριβὰς ἐποιεῖτο μετὰ Θεοῦ, τὸν δοθησόμενον παρ' αὐτοῦ περιμένων νόμον. ἐμοσχοποίει δὲ κατὰ τὴν ἔρημον τῆς εἰς Θεὸν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
