# Commentarii in Joannem 1.603

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.603

"οἰκουμένην, καὶ οὖς ἀκροάσεως ἐπακροᾶται τὰ πάντα." πρὸς δέ γε τοὺς οἰομένους ἀνοήτως κομιδῆ, μᾶλλον δὲ ἤδη καὶ δυσσεβῶς, ὅτι φθεγξάμενοί τι τὸν θεῖον διαλήσονται νοῦν, ὁ θεσπέσιος ψαλμῳδός που φησί "Σύνετε δὴ ἄφρονες ἐν "τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε· ὁ φυτεύσας τὸ οὖς, "οὐχὶ ἀκούει;" πῶς γὰρ ὅλως ἂν ἐνδέχοιτο μὴ οὐχὶ πάντως ἀκροάσασθαι τὰ πάντα, τὸν τοῖς δι' αὐτοῦ γενομένοις καὶ τὴν διὰ τῆς ἀκοῆς αἴσθησιν ἐμφυτεύσαντα; βλέπε τοιγαροῦν κἀν τούτῳ πάλιν Θεὸν ὄντα κατὰ φύσιν τὸν Κύριον. τὸ γὰρ ὡς ἐν ὄχλῳ λάθρα διαψιθυρισθὲν παρὰ τῶν Ἰουδαίων οὐκ ἀγνοεῖ· δέχεται δὲ ὥσπερ ἐν ὠσὶ θεοπρεπῶς, κἂν διὰ τὸν φόβον τῶν ἡγουμένων μηδὲν ἐν παῤῥησίᾳ λαλῶσι περὶ αὐτοῦ. ἐπειδὴ δὲ ἅπαξ τεθαυμάκασί τινες τῶν συνδεδραμηκότων ἐν τῷ ἱερῷ καὶ διελογίζοντο κατὰ τὸ εἰκὸς, ἢ καὶ ἀλλήλοις προσελάλουν ἠρέμα "Πῶς οὗτος γράμματα "οἶδε μὴ μεμαθηκώς;" ἀναγκαίως δὴ πάλιν ἴσον ἑαυτὸν ἀναδείκνυσι τῷ Θεῷ καὶ Πατρὶ, τῷ μαθόντι μὲν τὸ παράπαν οὐδὲν, ἔχοντι δὲ τῶν ὅλων τὴν γνῶσιν φυσικῶς τε καὶ ἀδιδάκτως, διὰ τὸ παντὸς ὑπερκεῖσθαι νοῦ καὶ πᾶσαν τὴν ἐν τοῖς οὖσιν ὑπερανίπτασθαι φρόνησιν. ἦν μὲν οὖν καὶ ἐξ ἑτέρων τοῦτο δεικνύειν πραγμάτων, καὶ πληροφορεῖν τοὺς ἀκροωμένους, ὡς ὅσα περ ἔνεστι τῷ γεγεννηκότι, ταῦτα καὶ αὐτῷ προσόντα φαίνεται, διὰ ταυτότητα φυσικήν. ὅπερ ἐποίει καὶ ἐν ἑτέροις ἀπὸ τοῦ δύνασθαι ταὐτὰ, καὶ ἀπαράλλακτον ἔχειν τὴν ἐφ' ἅπασιν ἐνέργειαν πρὸς τὸ ἴσον εἰκότως ἀναβαίνων ἀξίωμα "Ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, φησὶ, ταῦτα "καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ," καὶ πάλιν "Ὥσπερ γὰρ ὁ "Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς "οὓς θέλει ζωοποιεῖ." Ἀλλ' ἦν πως ἐν τούτοις ἐπικαιρότατόν τε καὶ πρεπωδέ-

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
