# Commentarii in Joannem 1.606

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.606

καταιτιᾶται δικαίως, ὡς οὐκ εὐλόγως ἐπισκώπτοντας οἷσπερ ἂν φαίη διδάσκων, συνευδοκοῦντος αὐτῷ καὶ συνεθέλοντος τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ καὶ ὅπερ ἐστὶν ἀληθὲς, συνδιδάσκοντός τε καὶ συνεξηγουμένου. τίθησι δὲ τό Ἀπ' ἐμαυτοῦ, ἀντὶ τοῦ ἰδιαζόντως, καὶ ἀποκεκομμένως κατὰ τὸ παντελὲς τοῦ κατὰ τὴν συνεθέλησιν καὶ ταυτοβουλίαν τοῦ Πατρός. καὶ οὐ δήπου τις οἰήσεται, τὰ εἰκότα φρονῶν, τῶν οἰκείων ῥημάτων αὐτὸν ὡς κιβδήλων κατηγορεῖν, ἀλλ' ὡς ἑτέρως οὐκ ἂν ἐσομένων πώποτε, εἰ μὴ κατὰ θέλησιν τοῦ Θεοῦ καὶ Πατρὸς, τὰ τοιαῦτά φησι. λαλεῖ γὰρ ὡς διὰ Λόγου καὶ σοφίας ἰδίας τοῦ ἰδίου γεννήματος· λαλεῖ δὲ πάντως οὐκ ἀπᾳδόντως ἑαυτῷ· πῶς γὰρ ἐνδέχεται; Ὁ ἀφ' ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ. Σημεῖον τοῦτο τίθησιν ἐναργὲς τοῦ μὴ παντελῶς ἑαυτῷ τὴν ἐκ τοῦ διδάσκειν πραγματεύεσθαι δόξαν, τὸ μὴ ξένοις τισὶ καὶ ἀλλοτρίοις τοῦ νόμου προσχρῆσθαι λόγοις· τοῦτο γὰρ ἦν τὸ λαλεῖν ἀφ' ἑαυτοῦ· καταπείθεσθαι δὲ μᾶλλον τοῖς ἤδη προτεθεσπισμένοις συμβουλεύειν αὐτοῖς, μόνην τοῦ γράμματος τὴν ἀνωφελῆ καὶ παχεῖαν ἀφιστῶντα σκιὰν, μετασκευάζοντά τε πιθανῶς εἰς πνευματικὴν θεωρίαν τὰ ἐν τύποις ἔτι λανθάνοντα· ὅπερ οὖν καὶ ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ φησίν "Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ "πληρῶσαι." τοῦτο πάλιν ἐνθάδε πλαγίως ὑποδηλοῖ· μόνην ἔχει τοῦ γράμματος μεταμόρφωσιν εἰς ἀλήθειαν ἡ εὐαγγελικὴ πολιτεία, καὶ Μωυσαϊκόν τι μετασκευάσας τύπον ἐπὶ τὸ πρεπωδέστερον, ἔχει τῆς ἐν πνεύματι λατρείας τὴν εἴδησιν. λαλεῖ τοιγαροῦν καὶ οὐκ ἀφ' ἑαυτοῦ Χριστός· τουτέστι, ξένον οὐδὲν τῶν ἤδη προδιηγγελμένων. οὐ γὰρ ἀποπέμπεται Μωυσέα, οὐδὲ τὴν ἐν νόμῳ παραιτεῖσθαι διδάσκει

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
