# Commentarii in Joannem 1.623

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.623

"κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ πάντων τῶν "ἔργων αὐτοῦ, καθάπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός." εἶτα πῶς ἐντεῦθεν οὐκ ἂν ἤδη λοιπὸν ὁμολογοῖτο σαφῶς, ὅτι τὸ καταλῦσαι πόνων τῶν ἐπ' ἔργοις δηλαδὴ, σαββατισμὸν οἶδε τῶν ἁγίων ὁ νοῦς, ὅτε τοῖς ἤδη προειργασμένοις ἐν τῷδε τῷ βίῳ κατορθώμασι τὸ λαμπρὸν τῶν ἁγίων ἐντρυφήσει στῖφος, καθ' ὁμοιότητα τοῦ πάντων Δημιουργοῦ, καταπαύσαντός τε καὶ εὐφραινομένου κατὰ τὴν ἑβδόμην ἡμέραν, ὥσπερ οὖν ἐν βιβλίῳ παροιμιῶν ἡ σοφία φησίν "Ἐγὼ ἤμην ᾗ προσέ"χαιρε, καθ' ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν "παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας, "καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων." οὐκοῦν· ἐπανήξω γὰρ αὖθις ἐπὶ τὸ ἐξ ἀρχῆς, καὶ τοῦ παντὸς λόγου τὸν σκοπὸν ἀναλήψομαι· τὴν ἄπονον τῶν ἁγίων ζωὴν ἡ κατὰ τὸ σάββατον ἀργία δηλοῖ. πάντα γὰρ δίχα πόνου τὰ ἀγαθὰ κατ' ἐκεῖνο καιροῦ τοῖς ἁγίοις χορηγηθήσεται παρὰ Θεοῦ, καὶ οὔτε τὴν ἀρχέκακον ἁμαρτίαν ἐργασόμεθα τότε, διὰ τὸ πρόῤῥιζον αὐτὴν ἐξ ἡμῶν ἀπολέσθαι μετὰ τοῦ κατασπείρειν αὐτὴν ἐν ἡμῖν εἰωθότος, κατὰ τό "Οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ "τῶν θηρίων τῶν πονηρῶν οὐδὲν οὐ μὴ ἀναβῇ ἐκεῖ, ἀλλ' "ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται." ἀλλὰ καὶ πάντων ἀκονιτὶ τῶν ἀγαθῶν τῶν ἁγίων ὁ νοῦς ἀνθέξεται. διὰ γάρ τοι τοῦτο καὶ ὁ συλλέγων ἐν σαββάτῳ τὰ ξύλα λιθόλευστος τελευτᾷ, ὡς ἀδικήσας ἐν τῷ τύπῳ τὴν ἀλήθειαν. καταλύσαντες γὰρ καὶ εἰς ἐκείνην καταντήσαντες τὴν ἀνάπαυσιν, οὐκ ἐξελευσόμεθά ποτε τὸν ἀξιάγαστόν τε καὶ ἐν ἀρεταῖς διαφανῆ τρόπον, καθάπερ ἐκεῖνοι ἀπὸ τῆς ἰδίας σκηνῆς, ἀλλ' οὐδὲ τὴν πυρὸς ἔτι τροφὸν καὶ μητέρα συλλέξομεν ἁμαρτίαν, ὡσπεροῦν ἐκεῖνος τὰ ξύλα διὰ πολλὴν ἄγαν ἀναισθησίαν, οὐ συνεὶς τὰ ἐν τύπῳ πρὸς ἀλήθειαν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
