# Commentarii in Joannem 1.628

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.628

ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσης ἡμῖν διανοίας τὸν ἐπὶ τῷ σαββάτῳ διαπτύξαντες λόγον, ἐπὶ τὴν τούτῳ γείτονα περιτομὴν τὸν ἐπὶ τῇ ζητήσει μετοίσομεν πόνον, πανταχόθεν τὸ λυσιτελὲς ὅτι πρέποι θηρᾶσθαι διεγνωκότες· καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, καὶ γελοιότητος δὲ τῆς ἐσχάτης οὐκ ἀμοιροῦν, τὸ μὴ πάντα πόνον ἀδεῶς τῆς ἐν τούτοις γνώσεως ἀμείβεσθαι φιλεῖν. τί δὲ δὴ καὶ τὸ ἐξ αὐτῆς ὡς ἐν τύπῳ τοῖς ἀρχαιοτέροις ὑποδηλούμενον περιαθροῦντες πνευματικῶς, ἐκθησόμεθα πάλιν κατὰ τὸ μέτρον τῆς ἐπιχορηγίας τοῦ πάντα τὰ σκοτεινὰ φανεροῦντος Θεοῦ, καὶ θησαυροὺς ἡμῖν ἀποκρύφους ἀοράτους ἀνοίγοντος. τοῖς μὲν γὰρ πρὸς ἕξιν ἤδη βεβηκόσι τὴν ἀπροσδεᾶ, καὶ τελειοτέραν ἔχουσι τὴν διάνοιαν, ἐξέσται καὶ νοεῖν καὶ λαλεῖν τὰ πολὺ τούτων βελτίονα· ἡμεῖς δὲ τὰ εἰς νοῦν ἰόντα τὸν ἡμέτερον, κἂν τοῦ πρέποντος ὑστερίζειν δοκεῖ, τοῖς ἀκροωμένοις παραθήσομεν, οὐκ αἰδοῖ τοῦ μὴ δοκεῖν ἡττῆσθαι τινῶν τὴν φιλαδελφίαν λυπήσαντες, μᾶλλον δὲ τὸ γεγραμμένον εἰδότες "Δίδου σοφῷ ἀφορμὴν, καὶ "σοφώτερος ἔσται· γνώριζε δὲ δικαίῳ, καὶ προσθήσει τοῦ "δέχεσθαι." πρῶτος τοιγαροῦν ἐπὶ τῇ περιτομῇ διωρίζετο

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
