# Commentarii in Joannem 1.632

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.632

ἰδίοις θελήμασι, κἂν ἡδίστην ἔχειν ὑποκρίνωνται τὴν ἀπόλαυσιν, μόνον δὲ τὸ δοκοῦν τῷ Θεῷ στέργειν καὶ δρᾶν ἀναπειθόμενοι. τοιαύτην ἡμῖν εἰσκομιζούσης τῆς ἀληθεστέρας περιτομῆς τὴν δύναμιν, πρὸς τοὺς ἐπὶ μόνῃ τῇ σαρκὶ μεγαλοφρονεῖν εἰωθότας εἰκότως ἂν λέγοιτο "Περιτμήθητε "τῷ Θεῷ, καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες "Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ." ὁ γὰρ τὴν σάρκα περιτεμνόμενος, μόνῃ περιτέτμηται τῇ σαρκὶ, ὁ δὲ τὴν ἐν πνεύματι περιτομὴν διὰ πίστεως τῆς εἰς Χριστὸν κομισάμενος, μόνῳ καὶ ἀληθῶς περιτέμνεται τῷ Θεῷ. Δεχόμεθα δὲ τὴν ἐν πνεύματι περιτομὴν ἀνακομίζουσαν ἡμᾶς εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, κατὰ τὴν ὀγδόην, τουτέστι τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν, σημεῖον τοῦτο τιθέμενοι τοῦ πρόξενον εἶναι ζωῆς τὴν ἐν πνεύματι περιτομὴν, καὶ συναινοῦντες τρόπον τινὰ δι' αὐτοῦ τοῦ πράγματος, ὅτι συζησόμεθα τῷ Χριστῷ κατὰ τὸ εἰρημένον διὰ τοῦ Παύλου· "Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυ"πται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν ὁ Χριστὸς φανε"ρωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθή"σεσθε ἐν δόξῃ." ἢ γὰρ οὐχὶ καὶ ἀληθεύων ἐρεῖ τις, ὅτι τῷ κόσμῳ τεθνήξεταί τις, τὰς ἐν κόσμῳ διὰ Θεὸν ἡδονὰς παραιτούμενος; τοιόσδε τις καὶ ὁ θεσπέσιος Παῦλος ἡμῖν ἀνεφαίνετο λέγων "Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν "τῷ σταυρῷ τοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται "κἀγὼ τῷ κόσμῳ." μέτοχοι γὰρ γεγονότες αὐτοῦ διὰ τοῦ Πνεύματος, τοῦ πᾶσαν τὴν ἐν ἡμῖν ἀκαθαρσίαν ἀχειροποιήτως περιτέμνοντος, ἐνεκρώθημεν τῷ κόσμῳ, ζῶμεν δὲ τὴν ἀρίστην ζωὴν τῷ Θεῷ. οὐκοῦν κατὰ τὴν ὀγδόην ἡ περιτομὴ διὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ, καὶ οὐ πρὸ τῆς ὀγδόης· οὐ γὰρ πρὸ τῆς ἀναστάσεως ἡ τοῦ Πνεύματος

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
