# Commentarii in Joannem 1.639

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.639

μενα. δεξόμεθα γὰρ οὐδαμῶς τὴν διὰ τοῦ Πνεύματος ἐν καρδίᾳ περιτομὴν, οὔπω τὸν μυστικὸν διαβιβασθέντες Ἰορδάνην, ἀλλ' ἐπέκεινα γεγονότες τῶν ἁγίων ὑδάτων. ἐπειδὴ δὲ περιετμήθη πᾶς ὁ λαὸς διὰ προστάγματος Ἰησοῦ, τὸ ἐκ τοῦ πράγματος εὐθὺς ἀνακαλύπτει χρήσιμον ὁ νομοθέτης, καί φησι πρὸς τὸν ἅγιον Ἰησοῦν "Ἐν τῇ σήμερον ἡμέρᾳ "ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ' ὑμῶν." ἐπὶ τίσιν οὖν ἄρα τὸν Ἰσραὴλ ὠφελεῖσθαι δώσομεν περὶ τῆς περιτομῆς; ἢ ποῖον αὐτὸν ὀνειδισμὸν ἀφαιρεθῆναί φαμεν; τὴν δουλείαν δηλονότι, καὶ τὸ ἐξ ἀσθενείας ἕτοιμον εἰς πλεονεξίαν, καὶ προσέτι πόνους τοὺς ἐπὶ πηλῷ καὶ πλινθείᾳ. ὁρᾷς ὅσων ἀπαλλάττει κακῶν τῆς ἐν πνεύματι νοουμένης περιτομῆς ἡ δύναμις; ἐξέλκει μὲν γὰρ τῆς τοῦ διαβόλου χειρὸς τὴν τοῦ ἀνθρώπου ψυχὴν, ἐλευθέραν καὶ ἀνειμένην τῆς τυραννούσης ἐν ἡμῖν ἁμαρτίας ἀποτελεῖ, καὶ πλεονεξίας ἁπάσης τῆς ἐκ πονηρῶν δαιμονίων ἀμείνω δεικνύει. ἀλλὰ καὶ πηλοῦ καὶ πλινθείας ἀνίησιν, οὐ γὰρ ἔτι ταῖς τῆς σαρκὸς μεμολυσμένον ἡδοναῖς, ἢ τοῖς περὶ γῆν ἐγκαταφύρεσθαι πόνοις ἐᾷ, ἐλευθεροῖ δὲ καὶ θανάτου καὶ φθορᾶς, καὶ οὐκ ἐν τούτοις ὅλα τὰ ἐκ τῆς περιτομῆς, ἀλλὰ καὶ θείας φύσεως ἀποτελεῖ κοινωνοὺς διὰ μετοχῆς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ. Ἐπισυνάπτει γὰρ τοῖς εἰρημένοις ὁ τοῦ βιβλίου συγγραφεὺς, ὅτι "Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ "τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, καὶ ἐφάγοσαν ἀπὸ "τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα." οὐ γὰρ ἔστιν ἑτέρως δύνασθαι μετασχεῖν τοῦ ἀμνοῦ τοῦ ἀληθινοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλ' οὐδὲ τὴν ἄζυμόν τε καὶ νέαν τῶν εὐαγγελικῶν κηρυγμάτων εὑρέσθαι τροφὴν, μὴ προπαρελθόντας μὲν τὸν μυστικὸν Ἰορδάνην, τὴν δὲ ἐκ τοῦ ζῶντος

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
