# Commentarii in Joannem 1.642

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.642

οἶμαι τῶν περιττῶν ἐπιθυμιῶν ἀπαλλάττεσθαι καὶ ἡδονῆς τῆς πλείονος, τὴν ἐκ φαυλότητος ἀργίαν ὠδίνειν διαφανῶς· οὐχ ὅπως κατ' οὐδένα παραλύουσαν τρόπον τὸν ἐπὶ τῷ σαββάτῳ νόμον τὴν περιτομὴν εὑρήσομεν, ἀλλ' ἤδη καὶ συνασπίζουσαν καὶ εἰς ἕνα καὶ τὸν αὐτὸν μονονουχὶ καὶ συνθέουσαν λόγον, καὶ ὅτι προσῆκεν ἀργεῖν καὶ ἀνεῖσθαι φαυλότητος ἀναφανδὸν ἀγορεύουσαν, ὡς εἶναι ταὐτὸν ἀμφότερα, τό τε περιτέμνεσθαι λέγω, καὶ τὸ ἀργεῖν ἐν σαββάτῳ, καθόσονπερ ἄν τις ἄριστά γε ποιῶν ὑπολάβοι, κατὰ τὴν ἐξ ἀμφοῖν εἰς ἕνα σκοπὸν συνδρομήν. οὐ γὰρ δήπου τῷ παχεῖ τῆς ἱστορίας προσεδρεύσομεν τύπῳ, προσβαλοῦμεν δὲ μᾶλλον πνευματικῶς τοῖς λογίοις τοῦ Πνεύματος. οὐκοῦν ἀκατηγορήτως καὶ ἐν σαββάτῳ τὸ ἐκ τῆς περιτομῆς εἰσβήσεται χρήσιμον, ἐπεὶ κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, "βεβη"λοῦσιν οἱ ἱερεῖς ἐν τῷ ναῷ τὸ σάββατον" ἱερουργοῦντες ἐν αὐτῷ, καὶ τῶν συνήθων οὐ καταλήγοντες, "καὶ ἀναίτιοί "εἰσιν," ὡς αὐτὸς αὐτοῖς μεμαρτύρηκεν ὁ Κριτὴς, εὖ δὴ μάλα καὶ λίαν εἰκότως. ἔργων γὰρ ἱερῶν καὶ τῶν ὅσα τὸ θεῖον εὐφραίνει ποῖος ἂν γένοιτο καιρὸς, ὅτι προσῆκεν ἡμᾶς ἀποσχέσθαι λέγων; τὸ δὲ καταλήγειν τῆς ἐν εὐσεβείᾳ σπουδῆς κατὰ τίνα χρόνον οὐκ ἐπιζήμιον; φαυλότητος οὖν ἄρα καὶ μόνης τῆς βδελυρᾶς ἁμαρτίας ἀξιεπαινετωτάτην ἔχει κατάλυσιν καὶ ἀνοκωχὴν ἡ κατὰ τὸ σάββατον ἀργία, διακωλύει δὲ οὐδαμῶς ἔργοις μὲν ἐφήδεσθαι τοῖς ἱεροῖς, ὅπερ δ' ἂν οἴηταί τις πρὸς ὠφέλειαν ἔσεσθαι τῇ οἰκείᾳ ψυχῇ, τοῦτο καὶ λίαν ἐπείγεσθαι περαίνειν ὀρθῶς ἀνεγκλήτως ἐφίησι. τοῦτο δ' ἂν ἴδοις αὐτὸ καὶ ἐν τῇ δυνάμει τῆς περιτομῆς εἰσκεκομισμένον τὸ χρήσιμον. ἐν γὰρ τῷ τὰς εἰς τὸ φαῦλον ἡδονὰς ἀποτέμνειν, ἀργίας μὲν τῆς εἰς ἁμαρτίας ὁρᾶται γένεσις, λατρείας δὲ τῆς ἐν πνεύματι καὶ πολιτείας τῆς ἱερωτάτης ἀρχή· ἀλλ' ἥ γε διαφορὰ μικρὰ μὲν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
