# Commentarii in Joannem 1.648

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.648

τί τοιγαροῦν πρὸς τοῦτο ἐροῦμεν; οὐκ εὐαρίθμητα κατὰ τὸ ἄστυ σημεῖα πεποιηκότος τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ, συχνότερον δὲ τοῖς Ἱεροσολύμοις ἐνδιατρίβοντος, ὑποπείθονται δέ πως, ἠρέμα βαδίζουσιν εἰς τὸ λοιπὸν θελῆσαι πιστεύειν αὐτῷ τῶν κατὰ τὸ ἄστυ τινὲς, ἀλλ' οὔτε γυμνῶς, οὔτε μὴν ἐλευθέρως ἀγαπᾶν ἀπετόλμων, τῷ τῶν ἡγουμένων καταπτοούμενοι θράσει, καὶ πρὸς δέος ἐπιζήμιον οὐκ ἐξ ἐπιβουλίας συνωθούμενοι. τοῦτο γὰρ ἐδήλου σαφῶς ἐν τοῖς ἤδη παρῳχηκόσιν εἰρηκὼς ὁ μακάριος Εὐαγγελιστὴς, ἐν παῤῥησίᾳ μηδένα λαλεῖν "περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν "Ἰουδαίων." Ἰουδαίους γὰρ ἐν τούτοις τοὺς ἡγουμένους ἀποκαλεῖ λοιπὸν, κατοκνήσας, ὥς γ' ἐμοὶ φαίνεται, τοῖς οὕτως ἀπεγνωσμένοις τὴν τῶν ἡγουμένων ἐπωνυμίαν χαρίζεσθαι. παῤῥησιαζομένου τοιγαροῦν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ταῖς τῶν ἀρχόντων ἀπονοίαις ἐπιπηδῶντος εὐτόνως, διελέγχοντός τε καὶ μάλα σαφῶς ὡς οὐδεὶς μὲν αὐτοῖς τοῦ νομοθέτου λόγος, ἐπὶ δὲ τὸ δοκοῦν ἕκαστοι καὶ λίαν εὐπετῶς ἀποκλίνοντες καὶ εἰς τὸ φονᾶν ἀπερισκέπτως ὡς ἐπὶ μηδενὶ τῶν φαύλων ἐξώλισθον, ὑπομένοντός τε τῶν ἀηδῶν ἐπὶ τούτοις οὐδὲν παρ' ὧν ἦν εἰκὸς ὑποστήσεσθαι τὰ δεινά· αὐτὸ δὴ τοῦτο πρὸς ἀπόδειξιν καὶ πληροφορίαν τῆς ἐνούσης αὐτῷ θεοπρεποῦς ἐξουσίας Ἱεροσολυμῖται λαμβάνουσι, καὶ τοῖς ἤδη προτεθαυμασμένοις προσθήκην ὥσπερ τινὰ καὶ τοῦτο δεχόμενοι, καὶ τοῖς προλαβοῦσιν ἐπισωρεύοντες, θερμοτέροις λοιπὸν τοῖς κινήμασιν ἐπὶ τὸ χρῆναι πιστεύειν αὐτῷ συνελαύνονται. διὰ τοῦτό φασιν τὴν ἐκ λογισμοῦ τοῦ εἰκότος ἐρανιζόμενοι γνῶσιν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; ἐννόει γὰρ ὅτι μονονουχὶ καὶ ὑψηλὴν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
