# Commentarii in Joannem 1.649

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.649

ἀνατείνοντες χεῖρα τὴν δεξιὰν, τῇδε κἀκεῖσε περικομίζοντες, δεικνύουσι μὲν τὸν ἐλέγχοντα, διαγελῶσι δὲ ἤδη τὴν ἐκείνων ἀτίθασον ἀγριότητα κατηυνασμένην ὁρῶντες, οὐ λογισμῷ τῷ σώφρονι· πόθεν; θεοπρεπεῖ δὲ μᾶλλον δυνάμει καὶ ἐξουσίᾳ. Σημειωτέον δὲ ὅτι τοῖς ἄλλοις ἅπασι τῶν Ἰουδαίων ὄχλοις Ἱεροσολυμῖται μόνοι τἀναντία φασὶ, καὶ ὅπως, ἐρῶ. εἰσηγουμένου ποτὲ τὰ κάλλιστα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παρειστήκεισαν οἱ Φαρισαῖοι διαπριόμενοι ἐπὶ τούτοις, ἀνακεκαλυμμένοι δὲ ἤδη πρὸς ἀνήμερον θράσος, καὶ τὰ ἐκ φόνου πράττειν ἐπειγόμενοι· πρὸς δὴ τοῦτο αὐτὸς ἔφασκε παρανομοῦντας ἐλέγχων αὐτοὺς τοὺς ὅτι προσήκοι φονᾶν ἐγνωκότας "Οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ "ὑμῶν ποιεῖ τὸν νόμον· τί με ζητεῖτε ἀποκτεῖναι;" καὶ ὁ μὲν σύμπας τοῦ λόγου σκοπὸς τὰς τῶν ἡγουμένων κατατοξεύει καρδίας· ὑποπλήττεται δ' οὖν ὅμως ἡ ἀγελαῖα πληθὺς, ἀφορητῶς δὲ διατεθεῖσα περὶ τοὺς λόγους ὑβριστικώτερον ἀπεκρίνατο λέγουσα "Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ "ἀποκτεῖναι;" ἀλλ' οἶμαι παντί τῳ δῆλον ὑπάρχειν, ὡς ἐπείπερ ἐθεᾶτο φονῶντας ἤδη τοὺς Φαρισαίους, ἐκεῖνά φησιν ὁ Χριστός. πῶς οὖν ἀρνουμένων ἐνταῦθα τινῶν, καὶ τό Τίς σε ζητεῖ ἀποκτεῖναι, βοώντων, Ἱεροσολυμῖται μόνοι τἀναντία τοῖς ἄλλοις ἅπασι καταψηφιζόμενοι λέγουσιν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; εὖ δὲ καὶ τοῦτο Ζητοῦσιν, ἵνα τοῖς ἄρχουσι μόνοις ἐπιγράφηται τὰ τολμήματα. οὐκοῦν πιθανός τις ἡμᾶς ἀναπείθει λόγος ἐννοεῖν, ὡς ὁ μὲν ἄλλος τῶν Ἰουδαίων ἠγνόησε δῆμος τὸν ἐν τοῖς ἡγουμένοις σκοπὸν, Ἱεροσολυμῖται δέ γε κατὰ τὰ πλεῖστα συνόντες αὐτοῖς καὶ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
