# Commentarii in Joannem 1.65

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.65

ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ΤΑ πολύπλοκα τῶν ἀνοσίων αἱρετικῶν ἀνατρέψας προβλήματα, καὶ λεπτὸν ἡμῖν καὶ ἀκριβέστατον περὶ τοῦ Μονογενοῦς ἐξυφήνας τὸν λόγον ὁ μακάριος Εὐαγγελιστὴς, ἐφ' ἑτέραν ἔρχεται τοῦ διαβόλου παγίδα συμπεπηγμένην ἐξ ἀρχαίας ἀπάτης, καὶ τῆς πολυθέου πλάνης τὸ κέντρον ἡμῖν ἀνατείνουσαν, ἣ "πολλοὺς μὲν τρώσασα καταβέβληκε," τὴν δὲ τῆς ἀπωλείας ὁδὸν ἀνευροῦσα, καὶ τὴν πλατεῖάν τε καὶ εὐρύχωρον ἐκπετάσασα τοῦ θανάτου πύλην, ἀγεληδὸν μὲν εἰς ᾅδου τὰς τῶν ἀνθρώπων συνεσώρευσε ψυχὰς, πλουσίαν δὲ ὥσπερ τῷ διαβόλῳ παρετίθει τροφὴν, καὶ "τὰ βρώματα" αὐτῷ προσῆγεν "ἐκλεκτά." ἐπειδὴ γὰρ Ἑλλήνων παῖδες τῇ τοῦ κόσμου σοφίᾳ προσκείμενοι, καὶ τὸ πνεῦμα τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου πλουσίως ἔχοντες εἰς νοῦν, εἰς πολύθεον κατεφέροντο πλάνην, καὶ τὸ μὲν τῆς ἀληθείας κάλλος ἀπεστρέφοντο, τοῖς δὲ ἐν ἀχλύϊ καὶ σκότῳ βαδίζουσι παραπλήσιοι, πρὸς τὸν ἐκ τῆς οἰκείας ἀμαθίας κατῴχοντο βόθρον, εἰδώλοις ἀψύχοις λατρεύοντες, καὶ τῷ μὲν ξύλῳ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
