# Commentarii in Joannem 1.654

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.654

Υἱοῦ; ἢ ποῖος ἄρα νοῦς οὐκ ἀτονήσει πρὸς τοῦτο; ὅτι μὲν γὰρ ἐγεννήθη παρὰ Θεοῦ καὶ Πατρὸς ἴσμεν τε καὶ πεπιστεύκαμεν· τὸ δὲ πῶς, ἄβατον εἶναί φαμεν παντὶ νῷ, καὶ σφαλερωτάτην ἔχει τὴν βάσανον. δεῖ γὰρ βαθύτερα μὴ ζητεῖν, μηδὲ ἐξετάζειν τὰ χαλεπώτερα, διανοεῖσθαι δὲ μᾶλλον ἃ προστετάγμεθα, καὶ πιστεύειν μὲν οὐ σεσαλευμένως περὶ Θεοῦ "ὅτι τε ἔστι κατ' ἀλήθειαν καὶ τοῖς ἐκζητοῦσι μισθα"ποδότης γίνεται·" ζητεῖν δὲ οὐκέτι, κατὰ τὸ γεγραμμένον, τὰ ὑπὲρ νοῦν καὶ φρόνησιν, οὐ μόνον τὴν ἐν ἡμῖν, ἀλλὰ καὶ τὴν ἐν ὅλῃ τῇ κτίσει, ἢ καὶ ἐν παντὶ πεποιημένῳ λογικῷ. τίς οὖν ἄρα τοῦ Μονογενοῦς "τὴν γενεὰν ἐξηγήσεται; "αἴρεται γὰρ ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ," τουτέστιν, ὑψηλότερος ἁπάντων τῶν ὄντων ἐπὶ τῆς γῆς ὁ περὶ τῆς ὑπάρξεως αὐτοῦ φαίνεται λόγος. ζωὴν γὰρ πάλιν ἐνθάδε τὴν ὕπαρξιν λέγει. Τοῦτο τὸν ἀσύνετον τῶν Ἰουδαίων ἀπέσφηλε νοῦν, καὶ ἀπεβουκόλησέ πως τῆς ἀληθοῦς ἐπὶ Χριστῷ διαγνώσεως. οὐ γὰρ ἐνενόησαν, ὡς εἰκὸς, ὅτι διπλοῦς παρὰ τοῖς ἁγίοις προφήταις ὁ περὶ αὐτοῦ λόγος εὑρίσκεται. ὅτε μὲν γὰρ ὅτι παρέσται μετὰ σαρκὸς ἐν τῷδε τῷ βίῳ σημαίνουσι, κατὰ σάρκα φανερὰν αὐτοῦ καθιστῶσι τὴν ἐκ παρθένου γέννησιν· "Ἰδοὺ γὰρ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν." ἀλλὰ καὶ ὅποι τεχθήσεται κηρύττουσι σαφῶς "Καὶ σὺ "γὰρ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν "χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς "ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
