# Commentarii in Joannem 1.658

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.658

Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα ἀλλ' ἔστιν ἀληθινὸς ὁ πέμψας με. ὑμῖν μὲν γὰρ ἔθος, φησὶν, ὦ πάντα τολμῶντες εὐκόλως, καὶ πρὸς ὁτιοῦν καὶ τῶν σφόδρα δεινῶν ἀπερισκέπτως βαδίζοντες, ψευδοπροφητεύειν ἔσθ' ὅτε, καὶ Θεοῦ μὴ ἀπεσταλκότος, πεπέμφθαι λέγειν παρὰ Θεοῦ. ἐγὼ δὲ τῶν καθ' ὑμᾶς οὐκ εἰμὶ, ἀλλ' οὐδὲ τὰς παρ' ὑμῖν τετριμμένας ἀπομιμήσομαι τόλμας. οὐκ ἀφικόμην ἀπ' ἐμαυτοῦ, οὐδὲ αὐτάγγελος, ὡς ὑμεῖς, ἀλλ' ἐξ οὐρανοῦ παραγέγονα· ἀληθινός ἐστιν ὁ πέμψας με, οὐ κατ' ἐκεῖνον δήπου τὸν ὑμέτερον τὸν φιλοψευδῆ, τουτέστι τὸν διάβολον, οὗ τὸ πνεῦμα λαμβάνοντες καὶ τὸ ψευδῆ προφητεύειν ἀποτολμᾶτε. οὐκοῦν ἀληθινὸς μὲν ὁ πέμψας με, ὁ δὲ ὑμᾶς πρὸς τὸ πλάττεσθαι τοὺς παρὰ Θεοῦ λόγους διανιστὰς, οὐκ ἀληθινός. ψεύστης γάρ ἐστι καὶ τῶν ψευδομένων πατήρ. ὅτι δὲ τοῖς Ἰουδαίοις κατειθισμένον εὑρήσομεν τὸ προφητεύειν ψευδῆ, τοῖς τῶν προφητῶν περιτυγχάνοντες λόγοις ἀκονιτὶ θεωρήσομεν. σαφέστατα γάρ που φησὶν ὁ πάντων Δεσπότης περὶ αὐτῶν "Οὐκ ἀπέ"στελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐκ ἐλάλησα "πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον." καὶ πάλιν ἐν Ἱερεμίᾳ "Ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, "οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐλάλησα πρὸς αὐτοὺς καὶ "οὐκ ἐνετειλάμην αὐτοῖς· ὅτι ὁράσεις καὶ οἰωνίσματα καὶ "προφητείας καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν." ἐλέγχεται τοιγαροῦν ἐπὶ τούτῳ ὁ ἀλαζὼν Ἰουδαῖος, ὡς καὶ αὐτῷ περιθεὶς τῷ Χριστῷ τὸ προσὸν ἑαυτῷ καὶ κατὰ Θεοῦ θράσος, τουτέστι, τὴν ψευδοπροφητείαν. τὸ δὲ ὅλως ἀπιστεῖν τῷ θεόθεν καὶ ἐκ Πατρὸς ἀπεστάλθαι βοῶντι, τί ἂν ἕτερον εἴη λοιπὸν ἢ διαῤῥήδην ἀνακραγεῖν, ὅτι ψευδοπροφητεύεις τὰ ἡμῶν εἰς ἡμᾶς μιμούμενος;

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
