# Commentarii in Joannem 1.663

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.663

εἰς θυσίαν τῷ Θεῷ. ὅτι δὲ πλεονεξίας ἁπάσης τῆς παρά τινων ἐλευθέραν ἐδέχετο τὴν ὑπὲρ ἁπάντων σφαγὴν, διαγνωσόμεθα πάλιν ὅταν ἐν ψαλμοῖς ἀκούωμεν λέγοντος πρὸς Θεὸν καὶ Πατέρα "Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, "σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας "οὐκ ηὐδόκησας, τότε εἶπον Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου "γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι τὸ θέλημά σου ὦ Θεός." ὁρᾷς ὅπως αὐτόμολος εἰς τὸ ὑπὲρ πάντων ἀνίει πάθος; ἰδοὺ γὰρ ἥκω, φησὶν, οὐκ ἐξ ἀνάγκης τῆς παρ' ἑτέρου τεθήραμαι. διαδιδράσκει τοίνυν τῶν ἡγουμένων τὸ παραυτίκα θράσος, καιρῷ τῷ πρέποντι τὸ παθεῖν ταμιευόμενος, καὶ θεοπρεπεστάτην ἐφ' ἅπασιν ἐπιτηδεύων τὴν παῤῥησίαν. Ἀρκέσει μὲν οὖν πρὸς τὴν τῶν προκειμένων σαφήνειαν οἶμαι καὶ ταῦτα· ἀλλ' ἐπείπερ εἰκός τινας τῶν μυσταγωγουμένων ἀκούοντας καὶ τό Οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, ἐκ πολλῆς ἄγαν τῆς ἐλαφρίας πρὸς Ἑλληνικὰς καὶ μανιώδεις ὑπενεχθῆναι κακοβουλίας, ὡς νομίσαι παραλόγως, ὥραις καὶ ἡμέραις καὶ καιροῖς ὑποκεῖσθαι τὰ ἀνθρώπινα, οἶμαι δὴ πάλιν ἀναγκαῖον ὑπάρχειν ὀλίγα ἄττα περὶ τούτων εἰπεῖν, εἴπερ ἡμῖν ὁ σκοπὸς διὰ πάσης ἐννοίας τοῖς ἐντευξομένοις τὸ λυσιτελοῦν ἐμπορίζειν ἐπείγεται. τοῖς μὲν οὖν τῆς Ἐκκλησίας τέκνοις, ἃ καὶ τοῖς ἱεροῖς ἐντέθραπται γράμμασιν, ἀρκέσειν ὑπολαμβάνω πρὸς ἔλεγχον τῆς Ἑλλήνων ἀπάτης, καὶ πρὸς τὸ δύνασθαι καλῶς τὴν ἐντεῦθεν ἀποφορτίσασθαι δυσβουλίαν, τὸ ὡς ἐν τρόπῳ κατηγορίας ἤτοι σοφῆς ἐπιπλήξεως εἰρημένον παρὰ τοῦ Παύλου πρός τινας τῶν τῇδε διακειμένων "Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας "καὶ καιροὺς καὶ ἐνιαυτούς· φοβοῦμαι ὑμᾶς, μήποτε εἰκῇ "κεκοπίακα εἰς ὑμᾶς." καὶ γὰρ δὴ καὶ ὄντως εὑρεσιλογίας ἁπάσης ἀνῃρημένης, ὁ τῇ τοιαύτῃ κατειλημμένος μωρίᾳ τὴν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
