# Commentarii in Joannem 1.664

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.664

μὲν οἰκείαν ὀλοθρεύσει ψυχὴν, αὐτὸν δὲ ἀτιμάζων ἁλώσεται τὸν ἁπάντων ἡμῶν γενεσιουργὸν, ᾧ καὶ μόνῳ τῶν καθ' ἡμᾶς ὁ σοφός τε καὶ εὐπαίδευτος λόγος ἀνατίθησι τὰ πηδάλια. οἱ δὲ ἐπιτηρεῖν οὐκ ὀρθῶς ἐκεῖνα διεγνωκότες, τὸν μὲν τῆς προνοίας ἀνατρέψουσι λόγον, οὐκέτι δὲ τῶν καθ' ἡμᾶς ταμίαν εἶναι πιστεύουσι τὸν ἁπάντων Δεσπότην, καιροῖς δὲ καὶ ὥραις τὸ πάντων ἐπιτρέψουσι κράτος, τὴν κτίσιν ἐπιτιθέντες ἐπάνω τοῦ ποιητοῦ, καὶ τῶν μὲν καλλίστων ἀποστεροῦντες τὸν, ᾧ πᾶσα χρεωστεῖται τιμὴ καὶ δόξα καὶ προσκύνησις, τὰ δὲ ὑπὲρ κτίσιν τῇ κτίσει δωρούμενοι, καὶ τοῖς ποιήμασιν ἀπονέμοντες τὰ οἷσπερ ἐχρῆν καταστέφειν τὸν Δημιουργόν· καὶ οὐ μέχρι τούτων αὐτοῖς στήσεται τὰ ἐγκλήματα, προβήσεται δὲ καὶ ἐπί τι τούτων τὸ χαλεπώτερον· διαλοιδορήσεται ἀναφανδὸν τῷ φιλαγάθῳ Θεῷ, καὶ τῶν φαύλων ἐργάτην ἐρεῖ τὸν ἁπάσης ἁμαρτίας ἐχθρόν. εἰ γὰρ παρ' αὐτοῦ πεποίηται χρόνος, ὥρα τε καὶ ἡμέρα καὶ ἐνιαυτὸς, ἄγει δὲ ταῦτα τινὰς ὡς ἐξ ἀνάγκης καὶ πλεονεξίας εἰς ἀβούλητον ἔσθ' ὅτε φαυλότητα, πρὸς τὸ καὶ ταῖς ἐντεῦθεν περιπίπτειν συμφοραῖς, πῶς οὐκ ἀληθὴς ὑμῖν ὁ περὶ τούτῳ ἀναλάμψει λόγος; ὅποι δὲ ἡμῖν καὶ βαδιεῖται λοιπὸν τὸ διὰ τοῦ πανσόφου Μωυσέως; "Καὶ εἶδεν γὰρ, φησὶν, ὁ Θεὸς "πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ πάντα καλὰ λίαν." ἓν δὲ τῶν πάντων ὁ χρόνος· ἐν δὲ τῷ χρόνῳ καὶ ὥρα καὶ ἡμέρα καὶ ἐνιαυτός. εἰ δὲ ὅπερ εἶδεν ἀγαθὸν ὁ τῆς θείας φύσεως ὀφθαλμὸς, τοῦτο τῶν φαύλων ἐροῦμεν ἐπαγωγὸν, πῶς οὐκ ἄντικρυς τὸ ἐπ' αἰσχίστοις ἁλῶναι δημιουργὸν τὸν ἁπάντων ὁμολογήσομεν Κύριον; Οἶμαι μὲν οὖν ὑπερυθριάσειν ἤδη τοὺς ἐνεχομένους τοῖς ἀρτίως ἡμῖν εἰρημένοις πταίσμασιν. ἐπειδὴ δὲ εἰκὸς οὐχ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
