# Commentarii in Joannem 1.670

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.670

καὶ Ἀβιρὼν οἳ, τῆς Μωυσέως ἡγεμονίας καταστασιάσαντές ποτε καὶ ἄκλητοι πρὸς τὴν τῆς θείας ἱερωσύνης ἀναπηδῆσαι τάξιν οὐ καταδείσαντες, πανοικὶ κατέβησαν εἰς τὰ βάθη τῆς γῆς· καὶ οἱ μὲν ἦσαν εἰς ᾅδου, διεσώζετο δὲ τῆς συναγωγῆς τὸ λοιπόν. χρῆν δὲ δήπου πάντως, εἴπερ ἦν ὅλως οὐκ ἐκ θείας ὀργῆς, ἀλλ' ἐξ ὥρας ἡ κόλασις, οὐκ ἐφ' ἓν ἁπλῶς καταῤῥήγνυσθαι μέρος τῆς συναγωγῆς, ἀλλ' ὅλην ἐξ ἴσου περισχοῦσαν ἑλεῖν. Οὐκοῦν οὐχ ὥραν οὐδ' ἡμέραν οὐδὲ καιρὸν ὡς ἢ τοῦ λυποῦντος πρόξενον, ἢ τοῦ πεφυκότος εὐφραίνειν καταδεξώμεθα, τὸ ὅσον εἰς ἰδίαν φύσιν, ἢ καὶ ὅπως ἄν τις εἰπὼν ἐπ' αὐτὸν οὐκ ἂν ἁμάρτοι· ἀλλ' ἐκδεξώμεθα μὲν τὸ ἐξ ὥρας ἢ ἀπὸ καιροῦ χρήσιμον, καὶ ἐκ τῶν ἐναντίων τὸ βλάβος, ὅταν ἢ ἐπιστημόνως προσιόντες ἤγουν ἀμαθῶς, ἢ τοῖς ἡδέσιν ἢ τοῖς οὐχ οὕτως ἔχουσιν περιπίπτωμεν. οἷον δέ τι φημί "Καιρὸς παντὶ πράγματι," καθὰ γέγραπται, καὶ τὸ μὲν εἰδέναι καιροὺς, ἐπωφελέστατον, τὸ δὲ μὴ ἐπίστασθαι, πολὺ δὴ λίαν ἐπιζήμιον. δεῖ γὰρ οὐκ ἐν χειμῶνι ναυτίλλεσθαι, τὸ δὲ ἐν θέρει τοῦτο δρᾶν οὐκ ἀπαίδευτον· οὕτω δὲ περὶ τούτων διακείμενοι ἀναθήσομεν τῶν καθ' ἡμᾶς τὰ πηδάλια τῷ πάντων ἐπιστάτῃ Θεῷ. εἰ γὰρ κατὰ τὴν ἀψευδῆ τοῦ Σωτῆρος φωνὴν, τὸ μικρὸν τοῦτο καὶ εὐτελὲς στρουθίον οὐκ ἂν εἰς παγίδα πέσῃ ποτὲ δίχα τῆς γνώμης τοῦ Θεοῦ καὶ Πατρὸς, πῶς ἂν ὁ οὕτω τετιμημένος καὶ τὴν κατὰ πάντων ψῆφον λαχὼν, πάθοι τι τῶν παρὰ γνώμην ἢ κατ' εὐχὴν, μὴ οὐχὶ τῆς προνοίας οὐδέν τι καλούσης τῶν εἰρημένων ἀναλόγως τοῖς ἑκάστῳ βεβιωμένοις; Παραθήσω δέ τι πρὸς τούτοις ἕτερον, ὃ καὶ μικροῦ τῆς μνήμης ἀποτιναχθὲν ἐξῴχετο, καίτοι λίαν ὑπάρχον τῶν προκειμένων συγγενὲς, μᾶλλον δὲ τὴν αὐτὴν ἐξαιτοῦν ἐφ' ἑαυτῷ ζήτησιν, καὶ τὴν λύσιν ἔχον οὐ χαλεπὴν, ἀλλὰ καὶ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
