# Commentarii in Joannem 1.678

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.678

Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. Οὐκ ἠγνόησε πάλιν, ἅτε δὴ Θεὸς ὑπάρχων κατὰ φύσιν ὁ Κύριος, τὰ μιαιφόνα τῶν Φαρισαίων τολμήματα, καὶ τὴν ἐφ' ἑαυτῷ τῶν ἀρχιερέων ἀνόσιον σκέψιν. θεωρεῖ δὲ τοῖς τῆς θεότητος ὀφθαλμοῖς ἤδη καὶ παρόντας, καὶ τοῖς ὄχλοις ἀναμεμιγμένους τοὺς οἵπερ ἦσαν ἐξειλεγμένοι παρ' ἐκείνων ὑπηρέται πρὸς τὸ συλλαβεῖν αὐτόν. διὰ τοῦτο κοινὸν μὲν ὡς πρὸς ἅπαντα τὸν περιεστῶτα δῆμον ποιεῖται τὸν λόγον, ἔχοντα δὲ ὥσπερ πρὸς ἐκείνους ἀπόκρισιν ἰδικὴν, ὁμοῦ δὲ καὶ ἐν ταὐτῷ πολλὰ διδάσκει τὰ χρήσιμα. ἀπειλεῖ μὲν γὰρ χαριέντως, ἀλλὰ καὶ, ἐφ' οἷς ἥδεσθαι χρὴ, μικροψυχοῦντας ἐλέγχει· ἄπρακτον δὲ καὶ ἑτέρως αὐτοῖς ἔσεσθαι τὸ ἐγχείρημα κἂν γενέσθαι συμβῇ. καὶ ὅπως, ἐροῦμεν, τὸν ἐφ' ἑκάστῳ διελόντες λόγον· ἐν μὲν γὰρ τῷ εἰπεῖν Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, μονονουχὶ τοῦτο διδάσκων φαίνεται Λέγετέ μοι, φησὶ, διὰ ποίαν αἰτίαν ὡς ἐν τῷδε τῷ κόσμῳ βραδύνοντί μοι λοιπὸν ἐπασχάλλετε; φορτικός εἰμι τοῖς καθ' ὑμᾶς, ὁμολογῶ, καὶ τοῖς οὐ τιμῶσι τὴν ἀρετὴν οὐ λίαν ἡδὺς, συντρίβων τὸν οὐ φιλόθεον, καὶ ὑποπλήττων ἐλέγχοις ἔσθ' ὅτε τὸν δυσσεβῆ. μῖσος ἐμαυτῷ γεωργήσας οὐκ ἀγνοῶ. ἀλλὰ μὴ πρόωρον οὕτως ἐπ' ἐμοὶ τὸν τοῦ θανάτου βρόχον ἐκτείνετε. μικρὸν ἔτι μεθ' ὑμῶν ἔσομαι χρόνον, ἀπαναστήσομαι χαίρων, ὅταν ὁ τῷ παθεῖν πρέπων ἔλθῃ καιρὸς, οὔτε αὐτὸς ἀνέξομαι συνεῖναι κακοῖς, οὐχ ἡδεῖαι μοί φησιν αἱ μετὰ φονώντων διατριβαὶ, ἀποδραμοῦμαι τῶν δυσσεβούντων, ὡς Θεὸς, συνέσομαι δὲ τοῖς ἐμοῖς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος κἂν ἀπεῖναι δοκῶ τῇ σαρκί. ἐν δὲ τῷ λέγειν Ὑπάγω πρὸς

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
