Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.679
Not analysed yet
τὸν πέμψαντά με, σημαίνει τι πάλιν τοιοῦτον Μάτην ἐπ' ἐμοὶ τὸ τῆς ἑαυτῶν δυσσεβείας, φησὶν, ἠκονήσατε ξίφος. τί δὲ καὶ ἀνηνύτοις καταξαίνεσθε βουλαῖς; στήσατε τοῦ φθόνου τὸ βέλος· βάλλει γὰρ εἰς οὐδέν· οὐχ ὑποθήσεται θανάτῳ τὴν ζωὴν, οὐδὲ περιέσται τῆς ἀφθαρσίας ἡ φθορά· οὐκ ἔσομαι κάτοχος ταῖς ᾅδου πύλαις, οὐκ ἔσομαι μεθ' ὑμῶν ἐν μνημείοις νεκρὸς, ἀναπτήσομαι πρὸς τὸν ἐξ οὗπέρ εἰμι, ἀναβήσομαι δὲ πάλιν εἰς οὐρανοὺς, ἔγκλημα τῆς ὑμετέρας δυσσεβείας καὶ ἀγγέλοις καὶ ἀνθρώποις ὁρώμενος. οἱ μὲν γὰρ ἀναφοιτῶντα θαυμάσουσιν, οἱ δὲ ὑπαντῶντες ἐροῦσι "Τί "αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρῶ "πρὸς αὐτούς Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου." οὐκοῦν ἐν ἤθει πολλῷ καὶ ἐν ἐξαιρέτῳ πραότητι συντέθηται πάλιν ὁ λόγος, εἰς ὑπογραμμὸν δὲ καὶ τοῦτο ἡμέτερον· ὅθεν καὶ ὁ Παῦλος τὸν τοῦ Θεοῦ δοῦλον μὴ χρῆναι "μάχεσθαί" φησιν, "ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, ἐν πραότητι παι"δεύοντα τοὺς ἀντιδιατιθεμένους." δεῖ γὰρ οἶμαι θορύβου παντὸς καὶ τῶν ἐξ ὀργῆς ἀτιθάσων κινημάτων ἔξω κεῖσθαι τὸν φιλόθεον νοῦν, καὶ ὥσπερ τινὰ κυμάτων ἀγρίαν ἐπεισφορὰν παραιτεῖσθαι φιλεῖν τὰ ἐκ μικροψυχίας συμβαίνοντα, νηνέμοις δὲ ὥσπερ εὐδίαις ἐφήδεσθαι τοῖς ἐκ πραότητος λογισμοῖς, καὶ ἀγαπᾶν ὅτι μάλιστα τὸ διαζῆν ἐν μακροθυμίαις, ἀνεξίκακον δὲ πρὸς πάντας ὁρᾶσθαι, καὶ φρενὸς μὲν ἔχεσθαι παντελῶς ἀγαθῆς, λόγον δὲ τὸν πρὸς ἐχθροὺς ποιεῖσθαι μὴ ἀσχήμονα. Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε. Χαριέντως καὶ τοῦτο, καὶ ἐν ἤθει πολλῷ. σημαίνει μὲν γὰρ ὅ τι, κατὰ τὸ πρόχειρον ἐκληφθὲν, οὐ δυσχερὲς εἰς κατά-