# Commentarii in Joannem 1.680

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.680

ληψιν, ὠδίνει δέ τι πικρὸν ἐν παραβύστῳ μυστήριον. ἐπειδὴ γὰρ ἀναβήσεσθαί φησι πρὸς τὸν ἀποστείλαντα αὐτὸν, τουτέστι, πρὸς τὸν Θεὸν καὶ Πατέρα, κἂν ἐπιβουλεύειν ἐπιχειρῶσιν ἔτι, κἂν τοῦ διώκειν οὐ παύσωνται, οὐδαμόθεν αὐτοῖς ἁλώσιμον ἔσεσθαι λέγει τὸν εἰς αὐτοὺς δραμόντα τοὺς οὐρανούς. τὸ δὲ ἀληθέστερόν τε καὶ αἰνιγματωδῶς ὑποδηλούμενον, τοιοῦτόν ἐστιν Ἐγὼ, φησὶ, χορηγήσων ὑμῖν ἀπεστάλην τὴν ζωὴν, ἀφῖγμαι δὲ τῆς ἀνθρωπείας φύσεως ἐξελεῖν τὸν ἐκ παραβάσεως ἐπισκήψαντα θάνατον, καὶ ἀνεξικάκως ἀνακομίσων πρὸς Θεὸν τοὺς δι' ἁμαρτίας ἐξολισθήσαντας· παραγέγονα τοῖς ἐν σκότει τὸ θεῖον ἐνθήσων καὶ οὐράνιον φῶς, καὶ πρὸς τούτοις ἔτι "πτωχοῖς μὲν εὐαγγελίσασθαι, τυφλοῖς" ἐπιδοῦναι τὴν "ἀνάβλεψιν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καλέσαι ἐνιαυτὸν "Κυρίου δεκτόν." ἀλλ' ἐπείπερ ὑμῖν ταῖς ἀπονοίαις ἐξελαύνειν δοκεῖ τὸν οὕτω πλουσίαν τῶν οὐρανίων ἀγαθῶν παραθέντα τὴν ἀπόλαυσιν, μετὰ βραχὺ μὲν αὐτὸς ἀνακομισθήσομαι πρὸς τὸν ἐξ οὗπέρ εἰμι, μεταγνώσεσθε δὲ ὑμεῖς, καὶ ἀπράκτοις ὑστεροβουλίαις δαπανώμενοι πικρῶς ἐφ' ἑαυτοῖς θρηνήσετε, κἂν εὑρίσκειν ἔτι τὸν τῆς ζωῆς βούλησθε χορηγὸν, οὐκ ἐξέσται τότε τὸν ποθούμενον ἀπολαῦσαι. ἀποπηδήσας γὰρ ἅπαξ καὶ τῆς εἰς ὑμᾶς ἀγάπης ἀπονενευκὼς, ἀποτειχιῶ πάντως ὑμῖν καὶ τὸ ἐν ζητήσει χρήσιμον. Τοιοῦτον δέ τι καὶ ἐν τοῖς τῶν προφητῶν κηρύγμασι περὶ αὐτῶν εὑρήσομεν. λέγει γάρ τις περὶ τῶν ἐξ Ἰσραήλ "Μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι "τὸν Κύριον, καὶ οὐ μὴ εὕρωσιν αὐτὸν, ὅτι ἐξέκλινον ἀπ' "αὐτῶν." οἱ γὰρ ἑλέσθαι παρόντι ζωὴν οὐ θελήσαντες, καὶ τὸ ἐν χερσὶν ἀγαθὸν λογισμοῖς ἀσυνέτοις ἐξωθούμενοι, πῶς

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
