# Commentarii in Joannem 1.688

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.688

ὁ Χριστὸς οὐ κυρίως, οὐδὲ ἀληθῶς τῆς ἑορτῆς ἐν ἐκείνοις ἐστὶ τὸ σχῆμα, εἴη δ' ἂν μᾶλλον πραγμάτων σύμβολα νοητῶν, ἃ δοθήσεται τοῖς εὐσεβοῦσι διὰ Χριστοῦ. Πλατύτερον δὲ περὶ αὐτῶν ἐν τῷ δευτέρῳ διειληφότες βιβλίῳ, καθάπερ οὖν ἤδη προείπομεν, οὐ ταυτολογήσομεν, ἑψόμεθα δὲ μᾶλλον τοῖς ἐφεξῆς. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Μακρὰν καὶ ἀγήρω τῆς πίστεως ἐπιδείκνυσι τὴν ἀμοιβὴν, καὶ πλουσιωτάτοις ἐντρυφήσειν χαρίσμασι τοῖς παρὰ Θεοῦ τὸν οὐκ ἀπειθοῦντά φησιν. ἔσται γὰρ οὕτω τῶν διὰ τοῦ Πνεύματος δωρημάτων ἀνάπλεως, ὡς μὴ μόνον τὸν ἐν αὐτῷ καταπιαίνεσθαι νοῦν, ἀλλ' ἤδη καὶ ταῖς ἑτέρων καρδίαις ἐπικλύζειν δύνασθαι, ποταμίου ῥεύματος δίκην τὸ θεόσδοτον ἀγαθὸν καὶ εἰς τὸν πέλας ἐκβλύζοντας. αὐτὸ δὴ τοῦτο τοῖς ἁγίοις ἀποστόλοις ἐπέταττε λέγων "Δωρεὰν ἐλάβετε, δωρεὰν "δότε." ἐνεργὸς δὲ ἤδη περὶ αὐτὸ γενέσθαι ποθῶν καὶ αὐτὸς ἡμῖν ὁ σοφὸς καὶ ἱερὸς ἐπιστέλλει Παῦλος "Ἐπιποθῶ γὰρ "ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα πνευματικόν." ἴδοις δ' ἂν τοῦτο σφόδρα καλῶς ἔν τε τοῖς ἁγίοις εὐαγγελισταῖς, ἀλλὰ καὶ ἐν τοῖς εὐαγγελικοῖς τῆς Ἐκκλησίας διδασκάλοις, οἳ τοῖς ἰοῦσιν ἐπὶ Χριστὸν διὰ τῆς πίστεως, ἀφθονώτατον τῆς ἐνθέου διδασκαλίας προχέοντες λόγον, πνευματικῶς κατευφραίνουσιν, οὐκέτι δὲ διψῆν ἐπιτρέποντες τῆς ἀληθείας τὴν γνῶσιν, σοφοῖς δ' ὥσπερ ἐν ἠχήμασι μονονουχὶ καὶ λαρυγγίζοντες εἰς τὴν τῶν παιδευομένων καρδίαν. διὸ δὴ χαίρων ὁ ψαλμῳδὸς ἐν πνεύματι περὶ αὐτῶν ἀνεφώνει "Ἐπῆραν οἱ ποταμοὶ Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
