# Commentarii in Joannem 1.696

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.696

καὶ ἀναπλάττων εἰς εἰκόνα τὴν ἑαυτοῦ. διὰ γάρ τοι τοῦτο καὶ ὁ Παῦλος πρός τινας λέγει "Τεκνία, οὓς πάλιν ὠδίνω, "ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Λογιζώμεθα τοίνυν· ἀναλήψομαι γὰρ τὸν τοῦ λόγου σκοπόν· ἐν μὲν τοῖς ἁγίοις προφήταις ἔλλαμψιν ὥσπερ τινὰ πλουσίαν καὶ δᾳδουχίαν γενέσθαι τοῦ Πνεύματος, παιδαγωγεῖν ἰσχύουσαν εἰς τὴν τῶν ἐσομένων κατάληψιν καὶ τῶν κεκρυμμένων τὴν γνῶσιν· ἐν δὲ τοῖς πιστεύουσιν εἰς Χριστὸν οὐ δᾳδουχίαν ἁπλῶς τὴν ἀπὸ τοῦ Πνεύματος, ἀλλ' αὐτὸ κατοικεῖν τὸ Πνεῦμα, καὶ ἐναυλίζεσθαι τεθαρσήκαμεν. ὅθεν εἰκότως καὶ ναοὶ Θεοῦ χρηματίζομεν, καίτοι τῶν ἁγίων προφητῶν οὐδενὸς θείου ναοῦ κεχρηματικότος πώποτε. ἐπεὶ πῶς ἐκεῖνο διαληψόμεθα, τί δὲ δὴ καὶ ἐροῦμεν ὅταν ἀκούσωμεν τοῦ Σωτῆρος λέγοντος ἡμῶν Χριστοῦ "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυ"ναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος "ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν;" καὶ τίς ἡ βασιλεία τῶν οὐρανῶν; ἡ δόσις δηλονότι τοῦ Ἁγίου Πνεύματος κατ' ἐκεῖνο τὸ εἰρημένον "Ἡ βασιλεία τῶν "οὐρανῶν ἐντὸς ὑμῶν ἐστίν·" ἐναυλίζεται γὰρ ἡμῖν τὸ Πνεῦμα διὰ τῆς πίστεως. ὁρᾷς οὖν ὅπως προτάττει παντὸς γεννητοῦ γυναικῶν τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τοῦ τελείου μειονεκτούμενον; καὶ μή τις οἰέσθω τὴν δόξαν, ἢ τῆς ἐκείνων ἀρετῆς κατασμικρύνειν ἡμᾶς τῶν ἁγίων, ἢ ἀμείνους εἶναι λέγειν καὶ τοὺς εὐτελεστάτους. οὐ γὰρ τοῦτό φαμεν· ἀσύγκριτον γὰρ τῆς ἐκείνων πολιτείας τὸ κάλλος. ὑπὲρ δὲ τοῦ συνιέναι σαφῶς ἐν ὀλίγοις διερμηνεύσωμεν τὸ παρὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον. μέγας ἦν ὄντως ὁ μακάριος Βαπτιστὴς, καὶ διὰ πάσης μὲν ἀρετῆς ἐκπρεπέστατος, ἐπ' αὐτοὺς δὲ λοιπὸν ἐλάσας τῆς ἐνούσης ἐν ἡμῖν δικαιοσύνης

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
