# Commentarii in Joannem 1.697

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.697

τοὺς ὅρους, ὡς ὑπέρτερον εἶναι μηδέν. ἀλλ' ὁ οὕτως ἔχων ἐδεῖτο Χριστοῦ λέγων "Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτι"σθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;" ὁρᾷς ὅπως τέλειος ὢν, ὅσον ἧκεν ἐν ἀνθρώποις καὶ ἐν γεννητοῖς γυναικῶν, ἀνακτίζεσθαι τρόπον τινὰ καὶ ἀναγεννᾶσθαι παρακαλεῖ διὰ τοῦ Ἁγίου Πνεύματος; ὁρᾷς ὅπως παραχωρεῖ τοῖς ἀναγεννηθεῖσι τὸ μεῖζον, δι' ὧν αὐτὸς ἔτι δεῖσθαι τούτου φησίν; εἰ μὲν γὰρ ᾖ ἐν ἀμείνοσι μὴ βεβαπτισμένος, τί τὸ βαπτίζεσθαι παρακαλεῖν αὐτὸν καὶ ἀναπεῖθον; εἰ δὲ οἶδεν ἑαυτὸν ἐσόμενον ἐν βελτίοσιν, ὅταν ἔρχῃ τὸ βάπτισμα, πῶς οὐκ ἀναθήσει τὸ μεῖζον τοῖς ἤδη βεβαπτισμένοις; μείζονα τοιγαροῦν καὶ αὐτοῦ φησιν Ἰωάννου Χριστὸς τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερον, τουτέστι, καὶ τὸν ἄρτι βεβαπτισμένον, οὔπω δὲ καὶ τὸ ἐν ἔργοις ἐξαίρετον ἔχοντα, κατὰ τοῦτο μόνον, καθὸ γεννητὸς μὲν ἔτι γυναικὸς ὁ μακάριος ἦν Βαπτιστὴς, ὁ δὲ ἐκ Θεοῦ γεγέννηται, κατὰ τὸ γεγραμμένον, καὶ θείας γέγονε φύσεως κοινωνὸς, ἐνοικοῦν ἔχων ἐν αὐτῷ τὸ Ἅγιον Πνεῦμα, καὶ ναὸς ἤδη χρηματίζων Θεοῦ. Ἐπ' αὐτὸ δὲ δὴ πάλιν ἀναδραμοῦμαι τὸ προκείμενον. ἐγίνετο μὲν γὰρ ἐν προφήταις τὸ Πνεῦμα διὰ τὴν τοῦ προφητεύειν χρείαν· ἐνοικίζεται δὲ νῦν διὰ Χριστοῦ τοῖς πιστεύουσι, καὶ ἐν αὐτῷ πρῶτον ἀρξάμενον ὅτε γέγονεν ἄνθρωπος. ἔχει μὲν γὰρ ὡς Θεὸς ἀδιαστάτως, τὸ οὐσιωδῶς ἐκπεφυκὸς αὐτῷ, καὶ ἴδιον αὐτοῦ Πνεῦμα. χρίεται δὲ δι' ἡμᾶς καὶ τὸ Πνεῦμα λαμβάνειν ὡς ἄνθρωπος λέγεται, οὐχ ἑαυτῷ τὴν τῶν θείων ἀγαθῶν ἐμπορίζων μετάληψιν, ἀλλὰ τῇ ἀνθρώπου

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
