# Commentarii in Joannem 1.70

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.70

λόγος μὲν γὰρ καὶ σοφία, διὰ τὸ ἐκ νοῦ καὶ ἐν νῷ προσεχῶς καὶ ἀδιαστάτως, καὶ τὴν εἰς ἄλληλα τῶν σημαινομένων, ὡς ἂν εἴποι τις, ἀντεμβολήν. νοῦς γὰρ ἐν λόγῳ καὶ σοφίᾳ, καὶ λόγος εἰς νοῦν ἀμοιβαδὸν ὀφθήσονται, καὶ τὸ μεσολαβοῦν οὐδὲν ἢ χωρίζον τοῦ ἑτέρου τὸ ἕτερον· δύναμις δὲ πάλιν, ὡς ἀδιαστάτως τοῖς ἔχειν αὐτὴν πεφυκόσιν ἐνυπάρχουσα, καὶ μηδαμόθεν αὐτῶν ὡς ἐν τάξει συμβεβηκότος δυναμένη χωρίζεσθαι δίχα τῆς τοῦ ὑποκειμένου φθορᾶς· χαρακτὴρ δὲ πάλιν, ὡς ἀεὶ συμπεφυκὼς, καὶ χωρίζεσθαι μὴ δυνάμενος τῆς οὐσίας, ἧς ἐστι χαρακτήρ. οὐκοῦν, ἐπειδήπερ ἑκάτερος ἐν ἑκατέρῳ φυσικῶς τέ ἐστι καὶ ἀναγκαίως, ἐργαζομένου δηλονότι τοῦ Πατρὸς ὁ Υἱὸς ἐργάσεται, ὡς δύναμις φυσική τε καὶ οὐσιώδης καὶ ἐνυπόστατος αὐτοῦ· ἐργαζομένου δὲ ὁμοίως τοῦ Υἱοῦ, καὶ ὁ Πατὴρ ἐργάζεται, ὡς πηγὴ τοῦ δημιουργοῦντος Λόγου, ἐνυπάρχουσα φυσικῶς τῷ ἰδίῳ γεννήματι, ὡσπερανεὶ καὶ τὸ πῦρ τῇ ἐξ αὐτοῦ προϊούσῃ θερμότητι. Πρόδηλον οὖν, ὅτι μάταιον ἀναπέφαται τὸ κατὰ τοῦ Μονογενοῦς τῶν δι' ἐναντίας κατηγόρημα, δημιουργὸν ἐκ μαθήσεως, μᾶλλον δὲ ἤδη καὶ ὑπουργὸν, εἰσφερόντων ἡμῖν αὐτὸν, διὰ τὸ φάναι τὸν μακάριον Εὐαγγελιστήν Πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. θαυμάζειν δέ μοι καὶ λίαν ἐπέρχεται τοὺς ἀνοσίους αἱρετικούς. τὰ μὲν γὰρ, ὅσα παραλύειν δοκεῖ πως αὐτοῖς τοῦ Μονογενοῦς τὸ ἀξίωμα, καὶ δεύτερον αὐτὸν ἀποφαίνειν τοῦ γεννήτορος, κατά γε τὸν ἐν ἐκείνοις ὄντα σκοπὸν, ταῦτα μετὰ πολλῆς τινος θηρῶνται σπουδῆς, καὶ πανταχόθεν τὰ τῆς ἑαυτῶν δυστροπίας ἐρανίζονται φάρμακα· τὰ δὲ ὅσα πάλιν ἐστὶν ὑγιῶς τε καὶ ὀρθῶς εἰρημένα, καὶ εἰς τὴν τοῦ Πατρὸς ἀναφέροντα δόξαν τὸν Υἱὸν, ταῦτα δὴ καὶ μάλα βαθείαις καταχωννύουσι σιωπαῖς, ὥσπερ ἕνα καὶ μόνον ἔχοντες σκοπὸν τὸ διαλοιδορεῖσθαι μάτην τῷ παρὰ πάσης δοξολογουμένῳ τῆς κτίσεως. ἀκούοντες μὲν γὰρ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο, τὸ τῆς ὑπουρ-

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
