# Commentarii in Joannem 1.700

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.700

ποικίλων συνάγοντες ἐννοιῶν τὴν ἐπ' αὐτῷ τῆς ἀληθείας κατάληψιν. προτεθαυμακότες γὰρ ἤδη διὰ τῶν λόγων αὐτῶν, καὶ τὴν ἐν ταῖς ὑφηγήσεσιν ὑπερφερῆ παῤῥησίαν χειραγωγὸν ἤδη δεξάμενοι πρὸς τὸ λογίζεσθαί τι μέγα περὶ αὐτοῦ, καὶ αὐτὴν τὴν θείαν προσερευνῶσι γραφὴν, ἀπλανεστάτην ἐκεῖθεν εὑρήσειν οἰόμενοι περὶ αὐτοῦ τὴν διάληψιν· ἔχει γὰρ οὕτω τῇ φύσει τὸ πρᾶγμα. ὅτι μὲν οὖν ἀπὸ σπέρματος ἔσται τοῦ τρισμακαρίου Δαυεὶδ, καὶ ἐν Βηθλεὲμ ἀναδειχθήσεται τῆς Ἰουδαίας, πεπιστεύκασι ταῖς περὶ τούτου δηλονότι προφητείαις ἀναπεπεισμένοι. "Ὤμοσε γὰρ Κύριος τῷ Δαυεὶδ "ἀλήθειαν, που φησὶν ὁ σοφὸς μελῳδὸς, καὶ οὐ μὴ ἀθετήσει "αὐτόν Ἐκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τὸν θρόνον "σου." ὁ προφήτης δέ φησι "Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ "Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ "σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα τοῦ Ἰς"ραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος." ἐπλανᾶτο γεμὴν ἡ τῶν Ἰουδαίων ἀχειραγώγητος γνώμη, καὶ ἐπὶ Χριστῷ διεσφάλλετο διὰ μόνην τὴν Ναζαρὲθ ἐν τῇ Γαλιλαίᾳ κειμένην, ἐν ᾗ τετράφθαι τὸν Κύριον ὁ πολὺς ἔχει λόγος. οὕτω γάρ φησί τις τῶν ἁγίων εὐαγγελιστῶν "Ἦλθε "δὲ εἰς Ναζαρὲθ οὗ ἦν ἀνατεθραμμένος." ἀλλ' οὐκ εἰδότες ὅτι γεγέννηται μὲν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐκ τῆς ἁγίας παρθένου τῆς ἐκ σπέρματος Δαυείδ· φυλῆς γὰρ ἦν τῆς Ἰούδα τὸ γένος· ἀπὸ μόνου τοῦ τετράφθαι τὸν Κύριον ἐν Ναζαρὲθ, τῆς ἀληθείας ἐκπίπτουσι καὶ τοῦ σώζοντος ἁμαρτάνουσι λογισμοῦ. Σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι' αὐτόν. Φιλονεικοῦσι μάτην, καὶ εἰς διαφόρους κατασχίζονται

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
