# Commentarii in Joannem 1.715

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.715

Εἶπον οὖν οἱ φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Νωθὴς καὶ βραδύνους ὁ Φαρισαῖος, καὶ δυσάγωγος λίαν εἰς τὸ δύνασθαι κατιδεῖν τὴν τοῦ Κυρίου θεότητα· πλανᾶται δὲ πάλιν διὰ τὴν σάρκα, καὶ πλέον οὐδὲν τῶν ὁρωμένων φαντάζεται. πολὺ γὰρ τοῖς ὑπὲρ ἄνθρωπον ῥήμασι κεχρημένον ὁρῶν, καὶ θεοπρεπεστάτων ἐπακούσας λόγων, ἄνθρωπον ἔτι κοινὸν ἐννοεῖ, πρὸς τὸ τῆς θεότητος περιφανὲς οὐ βλέπων, οὐδὲ τὸν τῆς διανοίας ἀνοιγνὺς ὀφθαλμὸν πρὸς τὸ ἐπαθρῆσαι τὸν Ἐμμανουήλ. τίνι γὰρ ἂν καὶ πρέποι τὸ λέγειν "Ἐγώ εἰμι τὸ τοῦ κόσμου φῶς," εἰ μὴ ἑνὶ καὶ μόνῳ τῷ κατὰ φύσιν Θεῷ; τίς τῶν ἁγίων προφητῶν τοιαύτην εἰπεῖν ἀπετόλμησε φωνήν; ποῖος ἡμῖν τῶν ἀγγέλων τοιοῦτον ἔῤῥηξε λόγον, ὅλην ἡμῖν τὴν θεόπνευστον περινοστοῦντες γραφὴν, καὶ τὸν ἱερὸν καὶ θεῖον περιεργαζόμενοι λόγον, αὐτὸ δὴ τοῦτο δεικνύτωσαν. ἀλλ' οὐδένα τῶν ἀναγκαίων τιθέμενοι λόγον, ἀντερεῖν ὅτι πρέπει λογίζονται, καὶ ἐπ' ἐκεῖνο χωροῦσι θερμῶς ὃ μόνον ἴσασιν ἀκριβῶς, τὸ τῆς φιλοψογίας ἔγκλημά φημι. διασύρουσι γὰρ ὡς οὐκ ὄντα τὸ φῶς τοῦ κόσμου, κατηγοροῦντες τῶν παρ' αὐτοῦ λεγομένων, οὐκ εἶναί τε ἀληθῆ τὴν παρ' αὐτοῦ μαρτυρίαν διαβεβαιούμενοι. "Σοφοὶ "γάρ εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ "ἔγνωσαν," ἀνατρέψειν τε καὶ σφόδρα κιβδήλως ὑπολαμβάνουσι δύνασθαι τὴν μαρτυρίαν αὐτοῦ, ἀπὸ ψιλῆς καὶ μόνης τῆς παρ' ἡμῖν συνηθείας, οὐκ ἐκ νομικῶν ἐνταλμάτων ἀκυροῦν ἐπιχειροῦντες αὐτήν. Ποῦ γὰρ ὁ νόμος, διδασκέτωσαν πάλιν, ἀβέβαιον εἶναί φησι τήν τινος μαρτυρίαν περὶ ἑαυτοῦ· φορτικὸν μὲν γάρ πως ἐστὶ, καὶ οὐκ οἰστὸν ἔσθ' ὅτε τισὶ τό τινα τῶν ὄντων

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
