# Commentarii in Joannem 1.719

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.719

ἀνθρώπους ἀγάπην, ἀλλ' οὐ διὰ τοῦτο τῆς θεοπρεποῦς ἀξίας ἔρημος ὢν γνωσθήσομαι· μένω δὲ πάλιν ὅπερ εἰμὶ κατὰ φύσιν, τουτέστι Θεός. ἀπόδειξις δὲ τούτου σαφὴς, τὸ εἰδέναι ποῦ ὑπάγω· ἀναβήσομαι γὰρ εἰς οὐρανοὺς πρὸς τὸν ἐξ οὗπέρ εἰμι Πατέρα. ὅπερ οἶμαι φαίη τις ἂν οὐκ ἀνθρώπῳ πρέπειν ἑνὶ τῶν καθ' ἡμᾶς, ἀλλὰ τῷ κατὰ φύσιν Θεῷ, καὶ εἰ γέγονεν ἄνθρωπος. οὐκοῦν τὸ μὲν οἶδα πόθεν εἰμὶ, τὸ ἐκ τοῦ Πατρὸς κατὰ φύσιν εἶναι τὸν Υἱὸν ὑπαινίττεται· τὸ δέ Ποῦ ὑπάγω, θεοπρεποῦς μὲν ἐξουσίας ἐπίδειξις. ἄνεισι γὰρ ὡς Θεὸς ἐπάνω τῶν οὐρανῶν, ὡς ὁ Παῦλός φησιν· ἀπειλὴν δ' οὖν ὅμως, εἰ καὶ οὐ σφόδρα σαφῶς, τῇ τῶν Ἰουδαίων ἀνοσιότητι πρέπουσαν ἔχει. ὡς γὰρ ὅσον οὐδέπω πάντως μὲν ἀπαναστήσεται τοῦ γένους αὐτῶν, ἐν τούτοις ὁρᾶται λέγων, ἐν ἐρημίᾳ δὲ τοῦ θείου φωτὸς καταλελοιπὼς, ἐν ἀγνοίᾳ καὶ σκότῳ βαθεῖ γενέσθαι παρασκευάσει, ὅπερ αὐτοῖς ἐν ἑτέροις σαφέστερον φαίνεται διειπών "Ἕως γὰρ τὸ "φῶς ἔχετε, φησὶ, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία "ὑμᾶς καταλάβῃ." Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ κρίνω οὐδένα. Ἀξιεραστοτάτῃ πραότητι πάλιν τὸν ἁπάντων Κύριον ἀποκεχρημένον εὑρήσομεν· οὐ γὰρ ἰσοστάθμοις ὀργαῖς τοὺς δυσφημοῦντας αὐτὸν ἀνταμείβεται, καίτοι πικρὰς ᾔδει μετασχεῖν ὀφείλοντας δίκας· ἀλλὰ τοὺς τῶν ἰατρῶν ἐπιεικεστέρους ἀπομιμούμενος δικαίως ἂν οἶμαι κἀν τούτῳ θαυμάζοιτο. οἱ μὲν γὰρ τὰς τῶν ἀῤῥωστούντων ὀλιγωρίας ἐν οὐδενὶ πολλάκις τίθενται λόγῳ, ἀνεξικακοῦντες δὲ τληπαθέστατα πάλιν αὐτοῖς ἐπίκουρον ποιοῦνται τὴν τέχνην, τὸ πεφυκὸς ἀνιᾶν ἀφανίζοντες, καὶ διαλοιδορούμενοι ἔσθ' ὅτε, τὸ συντελοῦν εἰς ὑγείαν ἐξηγούμενοι μεταπείθουσί πως ἐπὶ τὸ δρᾶν ἐπείγεσθαι τὰ συμφέροντα, καὶ τῆς νόσου τὴν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
