Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.720
Not analysed yet
αἰτίαν καταλευκαίνουσιν. ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ δυσφημούντων ἀνέχεται, καὶ λοιδορούμενος ὠφελεῖ, καταδεσμεῖ τῶν ὑβριζόντων τὰ τραύματα· ἀλλὰ καὶ πόθεν αὐτοῖς συνέβη νοσεῖν τῆς εἰς αὐτὸν ἀπιστίας τὰ ἐγκλήματα, καταλέγει διαφανέστατα. ὑμεῖς γάρ φησι κατὰ τὴν σάρκα κρίνετε, τουτέστι, πλανᾶσθε, καὶ λίαν εἰκότως, ἐπείπερ ὁρᾶτε πρὸς μόνην ταύτην τὴν σάρκα, καίτοι πολὺ δὴ μᾶλλον τῇ τῶν ἔργων μεγαλοπρεπείᾳ προσέχειν ὀφείλοντες· ἕνα δὲ τῶν καθ' ὑμᾶς εἶναι πιστεύοντες διὰ τὸ κατημφιέσθαι τῇ ὑμετέρᾳ σαρκὶ, ἐξηπάτησθε δεινῶς, καὶ τὸ βαθὺ τῆς μετὰ σαρκὸς οἰκονομίας οὐκ ἐπαθροῦντες μυστήριον, ἀβουλοτάτην ἐπ' ἐμοὶ τὴν ψῆφον ὁρίζετε, ψεύδεσθαι λέγοντες τὴν ἀλήθειαν. ἐγὼ δὲ τὸ κρίνειν ὑμᾶς εἰς καιρὸν ἕτερον ὑπερθήσομαι "Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν "κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος." Οἶμαι μὲν οὖν οὐκ ἀκόμψως λελύσθαι τὸ ἐν τῷ προκειμένῳ ζητούμενον· ἰέναι δὲ πάλιν καὶ δι' ἑτέρων ἐξέσται θεωρημάτων τὸν ἐπ' αὐτῷ καθ' ὅσον ἐνδέχεται καταλεπτύνουσι νοῦν. ὑμεῖς φησι κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. οὐδέν φησιν ἔχοντες τὸ παράπαν ἐγκαλεῖν, ἀλλ' οὐδὲ τοῖς ἡμετέροις τερατουργήμασιν εὐλόγως ἂν ἐπισκῆψαι δυνάμενοι, διὰ μόνην μὲν τὴν σάρκα κατασμικρύνετε, καὶ ἐπείπερ ἄνθρωπος ὁρῶμαι καθ' ὑμᾶς, ἐν τῷ μηδενὶ δυσσεβῶς κατετάξατε. ἀλλ' ἐγώ φησιν οὐ διὰ ταύτην ὑμᾶς κατακρίνω τὴν αἰτίαν. οὐ γὰρ ἐπείπερ ἄνθρωποι τὴν φύσιν ἐστὲ, διὰ τοῦτο πάντως ὑμᾶς λογιοῦμαι τὸ μηδὲν, οὐδὲ διὰ τοῦτο δίκην ἀποδώσετε τῷ Κριτῇ. οὐκ ἐπιτιμῶ τῇ φύσει, οὐ καταδικάζω τῶν ἐμαυτοῦ δημιουργημάτων, οὐδὲν ἐν ἀνθρώπῳ τὸ πλημμέλημα διὰ τὸν ἄνθρωπον εἶναί φημι. ἀλλ' ὑμεῖς μὲν