# Commentarii in Joannem 1.721

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.721

διὰ τὴν σάρκα τὸ μηδὲν εἶναί με λογίζεσθε, καὶ διὰ τοῦτο κατεκρίνατε· ἐγὼ δὲ οὐχ οὕτω λελόγισμαι περὶ ὑμῶν, ἀλλά τι μέγα καὶ τίμιον χρῆμα τὸν ἄνθρωπον, εἰ καὶ γέγονεν ἀπὸ γῆς, ἐπιστάμενος· καίτοι Θεὸς ὑπάρχων ἀληθινὸς, καὶ ἐν μορφῇ γεγεννηκότος με Πατρὸς, ἐμαυτὸν ἐταπείνωσα μορφὴν δούλου λαβὼν, καὶ ἄνθρωπος γεγονώς· ἐφ' ᾧ δὴ νυνὶ μόνῳ κατακρίνομαι παρ' ὑμῶν, καίτοι κρίνων αὐτὸς ἐπὶ τούτῳ μηδένα. καὶ ἐὰν κρίνω ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶ καὶ ἀληθὴς, ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατήρ. „Ἆρ' οὖν, ἐρεῖ τις τυχὸν τῶν τἀναντία τοῖς τῆς Ἐκκλη„σίας φρονούντων δόγμασι, διὰ τοῦτο καὶ μόνον κρίνειν „ὀρθῶς οἶδεν ὁ Υἱὸς, ἐπείπερ αὐτῷ τοῦτο δρῶντι σύνεστιν „ὁ Πατήρ; τούτου δὲ τῇδε κειμένου, καὶ ἔχοντος ἀληθῶς, „τί λοιπόν ἐστι τὸ διακωλύον εἰπεῖν διὰ βουλῆς τοῦ Πατρὸς „πηδαλιουχεῖσθαι τρόπον τινὰ πρὸς ὀρθότητα τὸν Υἱὸν, οὐκ „ἔχοντα τοῦτο τελείως, ἢ καὶ ἀνεγκλήτως δυνάμενον κατορ„θοῦν ἐξ ἑαυτοῦ;“ Τί οὖν ἄρα καὶ ἡμεῖς τοῖς παρ' ἐκείνων ἀντεροῦμεν λόγοις; δυσσεβὲς ὑμῶν, ὦ οὗτοι, τὸ φρόνημα, καὶ μόναις ταῖς Ἰουδαίων ἀπονοίαις ὅτι μάλιστα πρεπωδέστατον· οὐ γὰρ ὡς οὐκ ἔχων τὸ δίκαια κρίνειν ἐξ ἑαυτοῦ δύνασθαι, τὰ τοιαῦτά φησιν ὁ Υἱός· ἐπιμαρτυρήσει γὰρ αὐτῷ λέγων καὶ ὁ μελῳδὸς ἐν Πνεύματι "Ὁ Θεὸς κριτὴς δίκαιος." ὅτι δὲ κριτὴς ἕτερος παρ' αὐτὸν οὐδεὶς, αὐτὸς εἰσδραμεῖται μάρτυς ἡμῖν ἐν εὐαγγελίοις εἰπών "Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ "πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ." ἆρα οὖν ὡς οὐκ εἰδότι κρίνειν ὀρθῶς τὴν κρίσιν δέδωκεν ὁ Θεὸς καὶ Πατήρ; ἀλλ' οἶμαι τῆς ἁπασῶν ἐσχάτης ἀπονοίας δοίη τις ἂν τὸ οὕτως

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
