# Commentarii in Joannem 1.728

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.728

ἀποφέρουσα τὴν περὶ τοῦ Πατρὸς, ὁ Υἱός. οὕτω καί φησιν "Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ·" δεῖ γὰρ πρότερον ἡμᾶς τί κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κατά γε τὸ ἐγχωροῦν, ἐκμαθεῖν, εἶθ' οὕτως ὡς ἐξ εἰκόνος καὶ χαρακτῆρος ἀκριβεστάτου συνεῖναι καλῶς τὸ ἀρχέτυπον. ὁρᾶται γὰρ ὁ Πατὴρ ἐν Υἱῷ, καὶ καθάπερ ἐν ἐσόπτρῳ τῇ τοῦ ἰδίου γεννήματος φύσει διαφαίνεται. εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ οὖν ἐστιν ἀληθὲς, δυσωπείσθω πάλιν ὁ θεομάχος Ἀρειανός. ἀνάγκη γὰρ ὅμοιον εἶναι κατὰ πάντα λόγον τε καὶ τρόπον αὐτῷ τὸν χαρακτῆρα τῆς οὐσίας αὐτοῦ, ἵνα μὴ ἕτερόν τι παρ' ὅπερ ἐστὶν ὁ Πατὴρ ὑπολαμβάνηται ἐν Υἱῷ διαλάμπον ἀπαραποιήτως· καὶ εἰ ἀγαπᾷ τὸ ἐν Υἱῷ γνωρίζεσθαι καὶ ἐν αὐτῷ διαφαίνεσθαι, πάντως δήπου καὶ ὁμοούσιον, καὶ τῆς ἐνούσης αὐτῷ δόξης οἶδεν ὄντα κατ' οὐδὲν ὅλως χείρονα· οὐ γὰρ ἂν ἠθέλησεν ἐν ἐλάττοσιν εἶναι πιστεύεσθαι, παρ' ὅπερ ἐστὶ κατὰ φύσιν αὐτός. ἐπειδὴ δὲ τοῦτο καὶ ἀγαπᾷ καὶ βεβούληται, πῶς οὐκ ἀνάγκη λοιπὸν ὅμοιον εἶναι κατὰ πάντα τρόπον ὁμολογεῖν τῷ Πατρὶ τὸν Υἱὸν, ἵνα τις δι' αὐτοῦ γινώσκῃ καὶ τὸν γεννήτορα, καθάπερ ἤδη προειρήκαμεν, ἀπὸ τῆς εἰκόνος ἐπὶ τὸ ἀρχέτυπον ἀναβαίνων ὀρθῶς, ἀκατηγόρητον ἔχειν δύνηται τὴν ἐπὶ τὴν ἁγίαν Τριάδα διάληψιν. οὕτω μὲν οὖν ὁ γινώσκων τὸν Υἱὸν, οἶδε καὶ τὸν Πατέρα. κατανόει δὲ ὅπως μετὰ τοῦ λέγειν τὰ ἀληθῆ πρὸς Ἰουδαίους ὁ Κύριος, καί τινα τέχνην ἑτέραν παραπλέκει τῷ λόγῳ· σαφῶς γὰρ εἰπών Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου, τὸν τῶν Ἰουδαίων ὑπεξέλκει νοῦν εἰς τὸ μὴ μόνα περὶ αὐτοῦ φρονεῖν τὰ ἀνθρώπινα, μήτε μὴν οἴεσθαι κατὰ ἀλήθειαν υἱὸν αὐτὸν εἶναι τοῦ Ἰωσὴφ παραληφθέντος οἰκονομικῶς, ζητεῖν δὲ μᾶλλον καὶ περισκέπτεσθαι, τίς μὲν ὁ ἐν τῇ σαρκὶ Λόγος, τίς δὲ ὁ τούτου κατὰ φύσιν Πατήρ.

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
