# Commentarii in Joannem 1.85

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.85

φῶς· ἔσται δὲ κατὰ πάντα φῶς κατὰ τὸν ἐν δυνάμει λόγον. τὸ γὰρ ὅλως εἶναί τι πεφυκὸς εἴη δήπου πάντως ἂν, καὶ εἰ μήπω γέγονεν. ὅτε τοίνυν κοινὸν μὲν τῇ τῶν γενητῶν φύσει τὸ εἶναι φῶς, ἴδιον δὲ καὶ μόνως οὐδενὸς, τί μάτην ἐφ' ἑαυτῷ κομπάζει λέγων ὁ Υἱός Ἐγώ εἰμι τὸ φῶς· χρῆν γὰρ δήπου μᾶλλον εἰπεῖν Ἐγώ εἰμι μεθ' ὑμῶν τὸ φῶς· ἐπειδὴ δὲ ὡς ἴδιον ἀγαθὸν ἑαυτῷ περιτίθησι μόνῳ τῶν ἄλλων οὐδένα προσλαβὼν, δῆλος ἂν εἴη λοιπὸν, οὐ τοῖς γενητοῖς ἑαυτὸν, ἀλλὰ τῇ θείᾳ τοῦ Πατρὸς συντάττων οὐσίᾳ, ᾗ καὶ τὸ εἶναι φῶς πρόσεστι φυσικῶς. Ἄλλο. Τὸ φωτὸς μετέχον οὐκ αὐτοκυρίως ἐστὶ τὸ φῶς, ἕτερον γάρ τι ὑπάρχον ἐν ἑτέρῳ φαίνεται· εἰ τοίνυν μεθεκτὸς ὁ Υἱὸς τοῖς γενητοῖς ὡς φῶς, ἕτερος ἂν εἴη παρὰ τὰ μετέχοντα αὐτοῦ καὶ φωτὸς δεόμενα· οὐκοῦν οὐ γενητὸς, οὐδ' ὥσπερ τὰ γενητὰ φωτίζεσθαι παρ' ἑτέρου ζητῶν· Θεὸς δὲ ἄρα λοιπὸν καὶ φωτίζειν δυνάμενος· εἰ δὲ τοῦτο, καὶ τῆς τοῦ Πατρὸς οὐσίας ἐκπεφυκὼς νοηθήσεται, εἴπερ ἕνα προσκυνοῦμεν Θεὸν, καὶ οὐχ ἑτέρῳ τινὶ παρὰ τὸν ὄντα λατρεύομεν. Ἄλλο. Τὴν τῶν ὄντων ἀκριβῶς ἐξετάζοντες φύσιν, Θεὸν ὁρῶμεν καὶ κτίσιν, καὶ ἕτερον ἐπὶ τούτοις οὐδέν· ὃ γὰρ ἂν ἐκπέσῃ τοῦ εἶναι Θεὸς κατὰ φύσιν, τοῦτο πάντως ἐστὶ γενητὸν, καὶ ὅπερ ἂν τὸν τοῦ πεποιῆσθαι διαφεύγῃ λόγον, τοῦτο καὶ εἴσω πάντως ἐστὶ τῶν τῆς Θεότητος ὅρων. ὅτε τοίνυν ἄριστά πως τὰ τοιαῦτα διεσκέμμεθα, λεγόντων ἡμῖν οἱ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐξωθοῦντες τὸν Υἱὸν, πῶς ἂν δύναιτο φωτίζειν ὡς φῶς, ἴδιον ἐχούσης αὐτὸ τῆς θείας φύσεως, ἑτέρῳ δὲ παραχωρούσης οὐδενί. εἰ δὲ γενητὸς ὑπάρχων ὁ Υἱὸς, καὶ φῶς εἶναι δύναται, φθάσει δὲ πάντως ἐπὶ πάντα τὰ γενητὰ τοῦ πλεονεκτήματος ἡ χάρις, ἔσται δὲ πάντα φῶς κατὰ φύσιν. τίς οὖν αὐτοῖς ἔτι χρεία τῆς τοῦ Υἱοῦ μετοχῆς, ἢ τί τὸ πλέον ἐντεῦθεν εὑρήσουσι, κατὰ φύσιν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
