# Commentarii in Joannem 1.97

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.97

ἄτρεπτον καὶ ἀναλλοίωτον ἀγαθὸν, ἐκ Πατρὸς διῆκον εἰς τὸν τῆς οὐσίας αὐτοῦ κληρονόμον. ἡ δὲ κτίσις οὐχ οὕτω φορέσει τὸ εἶναι φῶς· ὡς οὐκ ἔχουσα λαμβάνει, ὡς σκοτία φωτίζεται, ἐπίκτητον ἔχει τὴν χάριν, ἐκ φιλανθρωπίας τῆς τοῦ διδόντος τὸ ἀξίωμα. οὐκοῦν ὁ μὲν φῶς ἀληθινὸν, ἡ δὲ οὐκέτι. τοσαύτης τοιγαροῦν μεταξὺ κειμένης διαφορᾶς, καὶ οὕτω μακροῦ διατειχίζοντος λόγου τῆς κτίσεως τὸν Υἱὸν τοῦ Θεοῦ, ὅσον εἰς ταυτότητα φύσεως, πῶς οὐκ ἄν τις καὶ μάλα εἰκότως ὑπολάβοι παραληρεῖν, μᾶλλον δὲ πάσης ἔξω γενέσθαι φρενὸς ἀγαθῆς, τοὺς ὅσοιπερ ἂν γενητὸν εἶναι λέγωσιν αὐτὸν, καὶ τοῖς πεποιημένοις συντάττωσιν τὸν ἁπάντων γενεσιουργὸν, οὐχ ὁρῶντες, ὥς γε μοι φαίνεται, πρὸς ὅσην αὐτοῖς ἀσέβειαν ἀποκινδυνεύσει τὸ τόλμημα, μὴ νοοῦσι "μήτε "ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται." ὅτι γὰρ τοῖς ἀκριβέστερον βασανίζειν εἰωθόσι τὴν ἐν τοῖς προκειμένοις ἀλήθειαν, οὐδαμόθεν ἡμῖν ὁ Μονογενὴς, τουτέστι, τὸ φῶς τὸ ἀληθινὸν, γενητὸς ἢ πεποιημένος, ἢ καὶ ὅλως τῇ κτίσει συμφυὴς ὑπάρχων κατά τι γοῦν ἀποδειχθήσεται, πανταχόθεν μὲν ἄν τις κατίδοι καὶ μάλα ῥᾳδίως, οὐχ ἥκιστα δὲ διὰ τῶν ἐφεξῆς ὑποτεταγμένων ἐννοιῶν, διὰ τὴν ἐν τοῖς προκειμένοις ἡμῖν θεωρίαν συνειλεγμένων. Ἔννοιαι ἤτοι συλλογισμοὶ, δι' ὧν ἔξεστι μαθεῖν, ὅτι μόνος ὁ Υἱὸς φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, διόπερ οὐδὲ ὁμοφυὴς αὐτῇ. Εἰ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ Υἱὸς, φῶς ἀληθινὸν διὰ τοῦτό ἐστιν, οὐκ ἔσται τῇ κτίσει ὁμοφυὴς, ἵνα μὴ καὶ ἡ κτίσις ἀπαύγασμα νοῆται τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχουσα δυνάμει τὸ εἶναι τοῦτο κατὰ φύσιν, ὅπερ ἐστὶν ὁ Υἱός. Ἄλλο. Εἰ πᾶσα ἡ κτίσις ἀληθινὸν εἶναι δύναται φῶς, διὰ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
