Ancient Greek · ~5 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.1
Not analysed yet
ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέπονθεν, ἵνα πάντας διασώσῃ. Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐδεὶς ἐπίασεν αὐτὸν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. ἈΠΟΛΟΓΕΙΤΑΙ χρησίμως ὑπὲρ τοῦ σωτηρίου πάθους ὁ σοφώτατος Εὐαγγελιστὴς, καὶ τὸν ἐπὶ τῷ σταυρῷ γεγονότα θάνατον οὐκ ἐξ ἀνθρωπίνης ἀνάγκης, ἤγουν ἐξ ἑτέρας πλεονεξίας ἀβουλήτως ἐπιδεικνύει τὸν θάνατον τὸν Ἰησοῦν παθόντα, ἑαυτὸν δὲ μᾶλλον ὑπὲρ ἡμῶν καθάπερ ἄμωμον θῦμα τῷ Θεῷ καὶ Πατρὶ διὰ τὴν ἐνοῦσαν αὐτῷ περὶ ἡμᾶς ἀγάπην ἱερουργήσαντα. ἐπειδὴ γὰρ ἔδει παθεῖν, οὕτω μελλούσης ἀνατρέπεσθαι τῆς ἐπεισάκτου φθορᾶς καὶ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, δέδωκεν ἀντίλυτρον ἑαυτὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς. ποῖος οὖν ἄρα λόγος ἐν τοῖς προκειμένοις εὑρεθήσεται τῷ σωτηρίῳ συναγορεύων πάθει, τί δὲ ὁ σκοπὸς τῶν ἐν τούτῳ θεωρημάτων ὠδίνει τὸ χρήσιμον, ἄκουε πάλιν. ταῦτα γάρ φησιν ἐλάλει τὰ ῥήματα Χριστὸς οὐκ ἔξω τῆς Ἱερουσαλὴμ, οὐδὲ εἰς πόλιν τινὰ τῶν περιοικίδων, ἀλλ' οὐδὲ εἰς πόλιν ἢ εἰς κώμην τῆς Ἰουδαίας ἀσημοτέραν, παρ' αὐτὸ