# Commentarii in Joannem 2.104

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.104

φησὶ, "λαλεῖ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ψεύστης γάρ "ἐστι καθὼς καὶ ὁ πατὴρ αὐτοῦ·" τί τοῖς εἰρημένοις οὐκ ἀδελφὰ λογιζόμενοί τε καὶ πράττοντες, κἀμοὶ λέγοντι τὴν ἀλήθειαν οὐ πιστεύετε, ὅτι παρὰ ἀλήθειαν διὰ τοῦτο λαλῶ, ἐπείπερ εἰμὶ καὶ οὕτως ἀληθὴς καθάπερ καὶ ὁ Πατήρ; εἰκὸς δὲ δήπου διελέγχειν αὐτὸν Ἰουδαίους ἀσθενοῦντας διὰ τοῦτο πρὸς τὸ μὴ δύνασθαι τοὺς ἐξ ἀληθείας χωρήσαντας λόγους, ἐπείπερ οὐκ εἰσὶ τῆς ἀληθείας υἱοί. ἐπιψεύδονται δὲ μάτην ἑαυτοῖς πατέρα τὸν Θεὸν ὅταν λέγωσιν "Ἕνα πατέρα ἔχομεν "τὸν Θεὸν." ὁ μὲν γὰρ Θεὸς, φησὶν, ὅλως ὢν ἀλήθεια, χαίρει τῇ ἀληθείᾳ, "καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν "ἀληθείᾳ καὶ πνεύματι" βούλεται προσκυνεῖν. τὰ δὲ τῆς ἀληθείας τέκνα δέχεται προθύμως τὸ συγγενὲς, τουτέστι, τὴν ἀλήθειαν. ὑμεῖς δὲ διὰ τοῦτο λέγοντί μοι τὴν ἀλήθειαν οὐ πιστεύετε, ἐπείπερ οὐκ ἐστὲ τῆς ἀληθείας υἱοί. τοιοῦτόν τι μοι δοκεῖ λέγειν πρὸς Ἰουδαίους ὁ Κύριος, ὁποῖόν περ ἄν τις καὶ ἐφ' ἑτέρου σχηματίσας κατίδοι καλῶς. λεγέτω γάρ τις τυχὸν τῶν σωφρονεῖν εἰωθότων πρὸς ἀκόλαστον υἱὸν ἤγουν οἰκέτην ἢ γείτονα Εἰ σωφρονεῖν σοι δοκῶ πορνείαν παραιτούμενος, καὶ τὴν ἐντεῦθεν ὑπόληψιν τῆς ἐμαυτοῦ κεφαλῆς ὡς ποῤῥωτάτω τιθεὶς, διὰ τί ἀπειθεῖς καὶ οὐ πιστεύεις λέγοντι φαῦλον ὅτι καὶ μυσαρὸν τὸ πρᾶγμά ἐστι; καὶ οὐ δήπου πάντως τῇ πεύσει τὴν ἀπολογίαν ἀντεπάγεσθαι ζητῶν τὰ τοιαῦτα φήσειεν ἂν, ἀλλ' ἐξ ὧν ἀπειθοῦντα δεικνύει σαφῶς ἐξελέγχων, ὅτι χαίρων ταῖς ἀκολασίαις οὐ χωρεῖ τὸν σωφρονίζοντα λόγον. Οὕτως οὖν ἄρα καὶ ἐπὶ τῶν Ἰουδαίων νοήσομεν, ὅταν εἴπῃ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
