Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.105
Not analysed yet
Χριστός Εἰ ἀλήθειαν λέγω διὰ τί οὐ πιστεύετέ μοι; τὸ γὰρ τῶν τοιούτων ἐρωτήσεων σχῆμα παραπίπτουσαν ἔχει καὶ ἀεί πως παρακειμένην ἐκ τῶν ἐρωτωμένων ὁμολογίαν, ἐλέγχουσα δὲ μᾶλλον αὐτοὺς ἡ ἐπερώτησις κατὰ τὸ πολὺ φαίη τις ἄν. ὧν γὰρ ἡμεῖς κεκτήμεθα νοσοῦντας τὴν ἐρημίαν τοὺς ἠρωτημένους ἐξελέγχομεν. ἐπιτήρει δὲ ὅπως οὐκ ἀπολύτως, ἀλλ' οὐ καθόλου φησί Διὰ τί οὐ πιστεύετέ μοι; ἀλλὰ προστέθεικε τό Ὑμεῖς, αἰνιττόμενός πως τοὺς ἀγριώτερον ἀπειθεῖν εἰωθότας, καὶ ὑπεμφαίνων ὡς παρῆσάν τινες εὐγενεστέραν ἴσως ἔχοντες τὴν διάνοιαν, καὶ οὐκ ἀκριβεῖς τῆς τοῦ Κάϊν δυστροπίας τοὺς χαρακτῆρας ἐν τοῖς ἰδίοις ἤθεσιν ἀποσώζοντες, ἀλλ' ὅσον οὐδέπω προκόψαντες καὶ εἰς τὸ ἐν τέκνοις κατατάττεσθαι Θεοῦ. φημὶ γὰρ οἴεσθαι δεῖν μὴ πάντας ἄρδην ἀκράτοις ἀπονοίαις βεβαπτίσθαι τοὺς Ἰουδαίους, ἀλλ' εἶναί τινας ζῆλον μὲν ἔχοντας Θεοῦ, καθάπερ ὁ Παῦλός φησι, πλὴν οὐ κατ' ἐπίγνωσιν, διά τοι τοῦτο βραχὺ περὶ τὴν πίστιν μελλήσαντας. ἐν δέ γε τοῖς οὕτω διακειμένοις αἰτιασόμεθα πολὺ βλέποντας εἰς ὀργὴν, καὶ ἀκρατῶς ἐκκεκαυμένους εἰς μιαιφονίαν, τοὺς ἀνοσίους μάλιστα γραμματεῖς καὶ Φαρισαίους, οἷς ἂν ἐπάγοιτο πρεπωδέστερον καὶ τό Διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι, ἰδικῶς ὥσπερ αὐτοῖς τὴν ἄμετρον ἀπείθειαν ἀνατιθέντος Χριστοῦ. αὐτοὶ γὰρ ἦσαν οἱ καθηγούμενοι, καὶ συντρέχειν τοῖς σφῶν ἀνοσιουργήμασιν ἀναπείθοντες τὸ ὑπήκοον. διά τοι τοῦτο κατηγοροῦνται δικαίως ὡς ἄραντες τὴν κλεῖδα τῆς γνώσεως, καὶ μήτε εἰσβαίνοντες αὐτοὶ, διακωλύοντες δὲ καὶ ἑτέρους. ἔχει τοίνυν τὸ καί Ὑμεῖς ἰδικωτέραν ὥσπερ πρὸς τοὺς ἡγουμένους μάλιστα τὴν ἀναφοράν.