# Commentarii in Joannem 2.106

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.106

Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ. Τὸ μέν Ἐκ τοῦ Θεοῦ τινας εἶναι νοητέον ἐν τούτοις, οὐκ ὡς ἐκ τῆς οὐσίας αὐτοῦ γεννηθέντας· εὔηθες γάρ· ἀλλ' οὐδὲ κατ' ἐκεῖνο τὸ διὰ τοῦ Παύλου λεγόμενον "Τὰ πάντα ἐκ "τοῦ Θεοῦ·" ἐπειδὴ γάρ ἐστι δημιουργὸς καὶ γενεσιουργὸς ἁπάντων ὁ τοῖς πᾶσι τὸ εἶναι διδοὺς, τὰ πάντα ἐξ αὐτοῦ φησιν ὁ θεσπέσιος Παῦλος. ἀλλ' ἐν τούτοις οὐχ ἁρμόσει τὸ οὕτω νοεῖν· ἅπαντες γάρ εἰσιν ἐκ Θεοῦ πονηροί τε καὶ ἀγαθοὶ, καθὸ πάντων ἐστὶ δημιουργός. ἐκ Θεοῦ τοιγαροῦν φησι τὸν ἐξ ἀρετῆς καὶ ἐννόμου πολιτείας προσοικειωθέντα Θεῷ, καὶ ἠξιωμένον ὥσπερ τῆς πρὸς αὐτὸν συγγενείας, καθὸ καὶ ἐν τέκνοις κατατάττειν τοὺς τοιούτους ἀξιοῖ. ὁ τοίνυν φησὶν ὢν ἐκ Θεοῦ προχειρότατα καὶ ἀσμένως τοὺς θείους εἰσδέξεται λόγους· φίλον γάρ πως ἀεὶ τὸ συγγενὲς καὶ οἰκεῖον· ὁ δὲ μὴ ὢν ἐκ Θεοῦ, τουτέστιν, ὁ κατὰ μηδένα τρόπον τὴν πρὸς αὐτὸν οἰκείωσιν τετιμηκὼς, οὐκ ἂν ἥδιστα τῶν θείων ἐπακροάσαιτο λόγων· οὐδὲ γὰρ ἐνυπάρξαι τοῖς πονηροῖς ῥᾳδίως τὸ ἀγαθὸν, ἀξιομάχος δὲ οὐδαμῶς ὑπὲρ τῆς ἀρετῆς ἐστι πόθος, ἐπείπερ αὐτοῖς τῆς ἐσχάτης ἀναπέπλησται μοχθηρίας ὁ νοῦς, καὶ πρὸς μόνον ὁρᾷ τὸ ἴδιον θέλημα. Ὅταν δὲ λέγῃ Χριστός Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει, νομιζέτω μηδεὶς ὅτι μόναις ταῖς τοῦ σώματος ἀκοαῖς τὰς θείας ἡμᾶς εἰσοικίζεσθαι φωνὰς ἐπιτάττει. τίς γὰρ τῶν ὄντων, εἰ καὶ φαῦλος εἴη κομιδῇ, τῆς τοῦ λαλοῦντος ὁτιδηποτοῦν οὐκ ἂν ἀκροάσαιτο φωνῆς, εἰ μὴ ἄρα νόσῳ τινὶ παραιροῖτο τὴν αἴσθησιν; τὸ δέ Ἀκούει τίθησιν ἐν τούτοις,

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
