# Commentarii in Joannem 2.132

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.132

ὡς μηδὲν τὸ παράπαν δύνασθαι ὧν ἐχρῆν ἐννοεῖν. μυρίας γὰρ λόγων περιστροφὰς ἐπινοοῦντος αὐτοῖς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἄνω τε καὶ κάτω διὰ τῶν αὐτῶν ἰόντος ῥημάτων, καὶ τὴν ἰδίαν αὐτοῖς ἀϊδιότητα πολυτρόπως κατασημαίνοντος, οὐδὲν ὅλως διαλογίζονται πλέον ὧν ὁρῶσι τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ὥσπερ δὲ παντελῶς ἐξεστηκότες καὶ παρακεκομμένοι τοῦ νοῦ τὴν ἐνέργειαν, οὐκ ἀνατείνουσι τὴν καρδίαν εἰς τὰ πρέποντα Θεῷ, πάλιν δὲ ὡς ἑνὶ τῶν καθ' ἡμᾶς ἀνθρώπων τότε μόλις ἀρξαμένῳ τὸ εἶναι καὶ ἐν τοῖς οὖσι τελεῖν, ὅτε καὶ γεγέννηται, παραλόγως ἐγκαλοῦσι τὸ ψεῦδος, οὐδὲ ὅπερ ἤκουσαν λέγοντος ἐννοοῦντες ὀρθῶς. ὁ μὲν γὰρ ἔφη τεθεᾶσθαι τὸν Ἁβραὰμ τὴν ἡμέραν αὐτοῦ, οἱ δὲ μεταθέντες πρὸς τὸ ἐναντίον αὐτῷ τοῦ λόγου τὴν δύναμιν, οὔπω γάρ φασιν ἔχεις ἔτη πεντήκοντα καὶ πῶς τεθέασαι τὸν Ἁβραάμ; ἐλεεινὸς τοιγαροῦν ὁ παράφρων Ἰουδαῖος, πολλῇ μὲν ἀεὶ συζήσας ἀπαιδευσίᾳ, μανίαν δὲ τὴν ἀτίθασον ποιησάμενος σύντροφον. Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι ἐγώ εἰμι. Πάλιν ἐπὶ τὸ σύνηθες αὐτῷ καὶ φίλον ἐπιτήδευμα βαδίζει Χριστός. λαλεῖ μὲν γὰρ ἔσθ' ὅτε πολὺ λίαν αἰνιγματωδῶς, καὶ διαφόροις ἐπικρύψεσιν ἐπισκιάζων τὴν ἐξήγησιν οὐ πᾶσιν ἐᾷ γενέσθαι καταφανῆ. ἐπὰν δὲ συνέντας ἴδῃ μηδὲν τοὺς ἀκροωμένους, τότε τῆς ἀσαφείας ἀπαμφιάσας τὸν λόγον παρατίθησι γυμνὸν καὶ σαφῆ, ὃ δὴ καὶ δρᾶν ἐπὶ τοῦ παρόντος ἐπείγεται. ἐπειδὴ γὰρ οὐδὲν εὑρίσκει συνέντας, καίτοι μακροῦ διιππεύσαντος λόγου, οὐδὲ δυνηθέντας ἐννοεῖν ὅτι καὶ ἀΐδιός ἐστιν ὡς ἐξ ἀϊδίου Πατρὸς, καὶ ὅτι μείζων τοῦ Ἁβραὰμ ἀσυγκρίτως ὡς Θεὸς, ἀναφανδὸν ἤδη φησὶν ὡς ἐν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
