# Commentarii in Joannem 2.135

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.135

ἐπιβλέπει τυφλὸν, σημεῖον ὥσπερ καὶ τοῦτο τίθησιν ἐναργέστατον, ὅτι τῆς μὲν Ἰουδαίων ἐπαναστήσεται βδελυρίας, καὶ τὴν θεομάχων καταλείψει πληθὺν, ἐπισκέψεται δὲ πάλιν μᾶλλον τὰ ἔθνη, καὶ εἰς αὐτὰ μεταστρέψει τῆς ἡμερότητος τῆς αὐτοῦ τὴν φιλοτιμίαν, ἃ καὶ τῷ ἐκ γενετῆς παρεικάζεται τυφλῷ, διὰ τὸ ἐν πλάνῃ γεγενῆσθαι καὶ ἐκ πρώτης ὥσπερ ἡλικίας ἔρημα τῆς ἀληθοῦς θεογνωσίας ὑπάρχειν αὐτὰ, καὶ τὸ φῶς οὐκ ἔχειν τὸ παρὰ Θεοῦ, τουτέστι, τὸν διὰ τοῦ Πνεύματος φωτισμόν. ἐπιτηρῆσαι δὲ πάλιν ἀκόλουθον τί ἂν βούλοιτο δηλοῦν τὸ ὡς ἐν παραδρομῇ τὸν τυφλὸν ἐπεσκέφθαι παρὰ Χριστοῦ. καί μοι πάλιν ἔπεισι νοεῖν, ὅτι κυρίως μὲν οὐχὶ τοῖς ἔθνεσιν ἐπεδήμησεν ὁ Χριστὸς, διὰ μόνον δὲ τὸν Ἰσραὴλ, καθὰ καὶ αὐτός που φησίν "Οὐκ "ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου "Ἰσραήλ·" κατωρθώθη δὲ τοῖς ἔθνεσιν ἡ ἀνάβλεψις ὡς ἐν παρόδῳ Χριστοῦ μεθορμίσαντος ἐπ' αὐτὰ τὸν ἔλεον, διὰ τὴν τοῦ Ἰσραὴλ ἀπείθειαν. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ Μωυσέως καὶ πάλιν προᾳδόμενον "Ἐγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ "ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς." ἔθνος μὲν γὰρ ἀσύνετον ἦν τὸ δουλεῦον τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ κτηνῶν ἀλόγων δίκην εἰς πᾶσαν ἁπλῶς ἀμαθίαν καταβοσκόμενον, καὶ μόνοις προσανέχον τοῖς ἐπὶ τῆς γῆς. ἐπειδὴ δὲ παρώργισεν ὁ Ἰσραὴλ ὁ σοφὸς διὰ τὸν νόμον, καὶ συνετὸς διὰ τὸ προφήτας ἔχειν, ἀντιπαρωργίσθη παρὰ τοῦ Θεοῦ προσληφθέντων εἰς τὸν ἐκείνοις πρέποντα τόπον τῶν ἀσυνέτων τὸ πρὶν, οἷς διὰ τῆς πίστεως καὶ "σοφία γέγονεν ὁ "Χριστὸς καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις," κατὰ τὸ γεγραμμένον, δῆλον δὲ ὅτι καὶ φῶς καὶ ἀνάβλεψις.

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
