# Commentarii in Joannem 2.151

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.151

τὰ αὐτῷ πρέποντα καὶ ἐξαίρετα, μετὰ τοῦ διακεῖσθαι καὶ πιστεύειν ἀληθῶς ὅτι δικαιοσύνης ἁπάσης ὑπάρχων πηγὴ, οὐκ ἄν τι δράσαι τυχὸν, ἢ βουλεύσαιτο ἔν τε τοῖς καθ' ἡμᾶς, καὶ ἐν τοῖς κατὰ πᾶσαν τὴν ἄλλην κτίσιν, εἰ μὴ ὅπερ ἂν αὐτῷ φαίνοιτο πρέπον, καὶ τῶν τῆς ἀληθοῦς ὀρθότητος οὐκ ἐξοίχεται λόγων. Οὐκοῦν ἐπείπερ ἡμᾶς τοῦτον διακεῖσθαι τὸν τρόπον οὐκ ἀπεικὸς, οὐ δογματικῶς εἰρηκέναι φημὶ τὸν Κύριον τό Ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ· περισπῶντα δὲ μᾶλλον εἰς ἑτέραν ὁδὸν ὥσπερ τοῦ ζητουμένου τὴν ἀπόκρισιν, καὶ ἐκ τῶν βαθυτέρων ἢ καθ' ἡμᾶς περιάγοντα πρὸς τὰ πρεπωδέστερα· κατείθισται γάρ πως καὶ τοῦτο αὐτό. ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἄκουε πάλιν φιλοπευστούντων σφόδρα ποτὲ τῶν ἁγίων μαθητῶν τὰ περὶ τῆς συντελείας τοῦ αἰῶνος, καὶ οὐ μετρίως ἐξακριβοῦν πειρωμένων τὰ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας, καὶ πολὺ τὸ ἀνθρώποις ἐοικὸς ἀναβαινόντων μέτρον, σαφέστερον αὐτοὺς τῶν τοιούτων ἀφιστὰς ἐρωτήσεων "Οὐχ ὑμῶν ἐστι τὸ γνῶναι, φησὶ, χρόνους ἢ καιροὺς "οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε "δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ "ἔσεσθέ μου μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν τῇ Ἰουδαίᾳ "πάσῃ." ἀκούεις ὅπως ζητεῖν ἡμᾶς ἅπερ ἥκιστα χρῆν οὐκ ἐφίησι παντελῶς, παρατρέπει δὲ μᾶλλον ἐφ' ὅπερ ἦν ἀναγκαῖον ἐλθεῖν· οὕτω κἀνθάδε διειρηκὼς ἐναργῶς ὅπερ ἔδει μαθεῖν, ἀποσιωπᾷ τὸ λεῖπον, ἑαυτῷ μόνῳ πρέπειν εἰδὼς τὸ ἐξεπίστασθαι τοῦτο. ἵνα δὲ μὴ παντελῶς σιωπήσας καλέσῃ πως αὐτοὺς εἰς τὸ καὶ εἰσαῦθις περὶ τῶν αὐτῶν ἀναπυνθάνεσθαι φιλεῖν, ὡς ἐν ἀπολογίας σχήματι, καὶ ὥσπερ τινὰ χρεωστουμένην ταῖς ἐρωτήσεσιν ἀμοιβὴν εὐφυῶς διαπλάττων, φησίν Ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ὅπερ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
