# Commentarii in Joannem 2.168

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.168

Ἄλλοι δὲ ἔλεγον Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. Σμικρὰ μὲν ἔτι καὶ οὗτοι φρονοῦσιν ὡς ἐπ' ἀνθρώπῳ ψιλῷ λαλοῦντες καὶ λογιζόμενοι, πλὴν ἁλόντες τῷ θαύματι Χριστῷ τὸ νικᾶν ἢ νόμῳ χαρίζονται, καὶ τὴν ἀπὸ τῆς θείας θεοσημίας ἐπίδειξιν τῆς κατὰ τὸ σάββατον ἀργίας ἤδη τιθέντες, ἐν ἀμείνοσιν ὀρθοὶ φαίνονται δικασταί. τὸ γὰρ ὅλως τοῦ πλημμελεῖν ὑπεξάγειν, καὶ ἁμαρτίας ἔξω ποιεῖν τὸν ὅτι προσήκοι καὶ ἐν σαββάτῳ τι δρᾶν οὐ παραιτούμενον, πῶς οὐ σφόδρα τοῖς ἐπὶ τῷ σαββάτῳ διωρισμένοις ἀνθοπλίζεται; λογισμῷ δὲ ὡς εἰκὸς ἀναγκαίῳ, καὶ πολλὴν ἐν ἑαυτῷ τὴν σύνεσιν ἔχοντι, πρὸς τὸ οὕτω διακεῖσθαι βαδίζοντες τὰ τοιαῦτά φασι. πρόδηλον μὲν γὰρ καὶ ἀναμφιλόγως ὁμολογούμενον, ὅτι τοῖς τὸν θεῖον παραβλέπουσι νόμον, καὶ παρ' οὐδὲν τιθεμένοις τὰ διὰ τῆς ἄνωθεν ψήφου διωρισμένα, οὐκ ἂν ἐπιδοίη Θεὸς τὸ δύνασθαί τι πώποτε τῶν ἀξιαγάστων ἐπιτελεῖν. ἀλλ', ὡς Ἰουδαῖοι νομίζουσι, δέδωκε τοῦτο Χριστῷ, καίτοι τὸν ἐπὶ τῷ σαββάτῳ νόμον λυπήσαντι. οὐκ ἄρα τὸ ἐν σαββάτῳ τι δρᾶν κρατύνει πρὸς ἁμαρτίαν, ἀλλ' οὐδὲ ἀργίας τῆς ἐν αὐτῷ πολὺ δὴ κρείττονα τὴν ἐπ' ἀγαθοῖς ἐργασίαν [ἀμφιβάλοι τις ἄν]. καὶ γοῦν ὡς αὐτός που πάλιν φησὶν ὁ Σωτὴρ, ἱερᾶσθαι τοῖς λευίταις ἐφεῖται κατὰ τὸ σάββατον, καὶ ἀζήμιον ἔχουσι τὴν ἐπὶ τούτῳ σπουδὴν, μᾶλλον δὲ τὴν ἀργίαν οὐκ ἀζήμιον. αἰτιάσαιτο

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
