# Commentarii in Joannem 2.175

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.175

ὅπερ ἴσασιν ὁμολογοῦσι σαφῶς, ἅτε δὴ καὶ τῷ πρέποντι πρὸς τοῦτο καλούμενοι· ὅπερ δὲ ἦν ἀληθέστερον ἐκεῖνον εἰπεῖν, ὡς ἀκριβεστέραν ἔχοντα τὴν γνῶσιν, τοῦτο παρακαλοῦσι διδάσκειν. οὐκ ἀθεεὶ δέ μοι δοκοῦσι τοῖς ἑαυτῶν ἐπενεγκεῖν λόγοις, τό Ἡλικίαν ἔχει. κατηγορεῖ γάρ πως καὶ τοῦτο τῆς τῶν Φαρισαίων ἀνοσιότητος. εἰ γὰρ ἔχει τὸ δύνασθαι φρονεῖν ἀπό τε τοῦ χρόνου καὶ τῆς ἡλικίας ὁ πρὸς τὴν ἀνάβλεψιν κεκλημένος, ὅταν λέγῃ τὸ θαῦμα, καὶ τίς ὁ ἐπ' αὐτῷ γέγονε τρόπος, οὐκ ἐκ μειρακιώδους ἐρεῖ τῆς φρενὸς, ἀλλ' ἐκ νοῦ βεβηκότος τε ἤδη καλῶς, καὶ συναγορεύειν οἷς ἂν ἐθελήσαι τυχὸν ἰσχύοντος. συμβήσεται δὴ οὖν ὡς ἐξ ἀνάγκης ἐντεῦθεν ἀναιδεστάτην ὁρᾶσθαι τῶν Φαρισαίων τὴν ἀπείθειαν. ἰδοὺ γὰρ οὔτε τοῖς γείτοσιν, οὔτε αὐτῷ πιστεύουσι τῷ τυφλῷ, καὶ οὐκ ἐξ ἁπαλῆς τρόπον τινὰ ταυτὶ λέγοντι φρενὸς, οὔτε μὴν ἐκ μειρακιώδους διανοίας ἐπὶ τὸ ψευδηγορεῖν εὐκόλως κατολισθαίνοντι, ἀλλ' ἡλικίαν ἔχοντι τῶν πραγμάτων τὰς φύσεις προξενοῦσαν μὴ ἀγνοεῖν. Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετίθεντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις ὁμολογήσῃ τὸν Χριστὸν αὐτὸν εἶναι ἀποσυνάγωγος γένηται. Καλῶς καὶ πρεπόντως ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ταῖς τῶν Φαρισαίων κεφαλαῖς ἐπιφέρει τὸ οὐαί· "Οὐαὶ γὰρ "ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· "αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε." ἐπαθρείτω γὰρ πάλιν ὁ θεοφιλὴς εἰ μὴ τοῖς εἰρημένοις τὸ ἐκ τῆς ἀληθείας ἕψεται κάλλος. οὐδὲ γὰρ ἂν διαψεύσαιτό ποτε

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
