Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.176
Not analysed yet
Χριστός. ἰδοὺ γὰρ πρὸς τῷ μηδένα διδάσκειν ἐπείγεσθαι τὸν περὶ τῆς ἐπιδημίας αὐτοῦ λόγον, καὶ τοὺς συνιέναι δυναμένους ἐκ τῆς τῶν κατορθουμένων λαμπρότητος ἀμειλίκτῳ καταπτοοῦσι φόβῳ, καὶ σκληρὰν ἐπιτιθέντες ἀνάγκην τὴν ἐκ τῆς σφῶν ἀγριότητος, ὁμολογεῖσθαι διακωλύουσι τὸν ἐξ αὐτῶν ὁρᾶσθαι τῶν παραδόξων οὐκ ἀτονήσαντα. ἀποσύνακτον γὰρ ποιοῦντες τὸν εὐγνώμονα, διά τε τοῦτο πρὸς τὸ πιστεύειν εὔκολον, οὐκ ἐρυθριῶσιν οἱ δείλαιοι, ἀλλοτριοῦν δὲ τρόπον τινὰ τοῦ Θεοῦ τὸν Θεῷ κολλώμενον ἐπ' ἐξουσίας, αὐτοῖς καὶ αὐτὸν ἀναπείθειν τὸν ἁπάντων Κύριον συνεθελητὴν γενέσθαι τῆς ἐνούσης αὐτοῖς κατὰ πάντων μανίας. ἀπολογεῖται γεμὴν ὁ θαυμάσιος Εὐαγγελιστὴς, καὶ τῷ φόβῳ νενικῆσθαί φησι τοὺς ἐρωτωμένους, οὐκ ἐθελῆσαί τε διὰ τοῦτο εἰπεῖν ὡς τὸν ἐξ αὐτῶν γεγονότα τεθεράπευκεν ὁ Χριστὸς, ἵνα τῆς Ἰουδαίων ἀπονοίας ἀπογυμνώσας τὸ μέγεθος φανερὸν καταστήσῃ καὶ τοῖς μετ' αὐτούς. τί γὰρ ἂν γένοιτο τῶν τοιούτων ἀπανθρωπότερον, οἵ γε καὶ τιμωρίας ὁρίζουσι τοῖς εὐγνώμοσιν, ἄγουσι δὲ πρὸς τὸ κολάζεσθαι δεῖν τοὺς συνέντας ὅλως τὸν διὰ νόμου καὶ προφητῶν κηρυττόμενον. οὐκ ἀγνοηθεῖσαν δὲ τοῖς ἁγίοις προφήταις τὴν τῶν Ἰουδαίων ἀνόσιον σκέψιν, ἐκ τῶν ἱερῶν γραμμάτων εὑρήσομεν. διὰ γὰρ Ἡσαΐου φησὶν ὁ καρδίας καὶ νεφροὺς ἐρευνῶν, "διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος "ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν "καρδίας, ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα" ἐστίν "Οὐαὶ "τέκνα ἀποστάται, τάδε λέγει Κύριος Ἐποιήσατε βουλὴν "καὶ οὐ δι' ἐμοῦ, συνθήκας καὶ οὐ διὰ τοῦ Πνεύματός μου, "προσθεῖναι ἁμαρτίαν ἐφ' ἁμαρτίας." ὁ μὲν γὰρ λέγων ὅτι Κύριος Ἰησοῦς, ἐρεῖ δήπου πάντως ἐν Ἁγίῳ Πνεύματι, κατὰ τὴν τοῦ Παύλου φωνήν· μελετήσας δέ τις τὸ ἐναντίον, οὐκ ἐν Ἁγίῳ Πνεύματι· πόθεν; λαλήσει δὲ μᾶλλον ἐν Βεελζε-