# Commentarii in Joannem 2.177

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.177

βούλ. οὐκοῦν, οὐ διὰ τοῦ Ἁγίου Πνεύματος αἱ τῶν Ἰουδαίων συνθῆκαι, προσετίθεσαν γὰρ ἁμαρτίας ἐφ' ἁμαρτίαις, αὐτοὶ μὲν πρὸ πάντων τὸν ἐκ τῆς ἀπειθείας ὄλεθρον ταῖς ἑαυτῶν ἐπισύροντες κεφαλαῖς, παραπέμποντες δὲ καὶ εἰς ἑτέρους διὰ τοῦ κωλύειν αὐτοὺς ὁμολογεῖν τὸν Χριστόν· δυσσεβείας μὲν γὰρ τῆς ἐσχάτης ἀνάμεστον ὄντως τὸ ἐγχείρημα, πλὴν ἀνηνύτῳ πράγματι σφαλερῶς ἐγκειμένους διαγελᾷ λέγων ὁ ψαλμῳδός "Κύριε ἐν ὀργῇ σου συντα"ράξεις αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ, τὸν καρπὸν "αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν "ἀνθρώπων· ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν "ἣν οὐ μὴ δύνωνται στῆναι." ἴσχυσαν γὰρ οὐδαμῶς τὴν θεομάχον κρατῦναι βουλὴν, καίτοι πολλάκις καὶ διὰ μυρίων ἐπιχειρήσαντες τρόπων ἀφανίσαι τὴν δόξαν Χριστοῦ. διὸ καὶ τέθεινται νῶτος, τουτέστιν, ἐκ προσώπου γεγόνασι, καὶ ἐξ ὀφθαλμῶν τοῦ πάντων Δεσπότου, δικαίως ἀκούοντες "Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ "ἐξεκαύσατε." Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς, καὶ εἶπον αὐτῷ Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. Ἀποστῆσαι τῆς εἰς Χριστὸν εὐφημίας τὸν ἄνθρωπον οὐκ ἰσχύσαντες, ἑτέρῳ πρὸς τούτῳ μεθοδεύειν ἐπιχειροῦσι λόγῳ, καὶ χρηστῷ τρόπον τινὰ τῷ δελεάσματι πρὸς τὸν οἰκεῖον καθέλκειν ἐπείγονται σκοπὸν, τὸ δὲ μηδ' ὅλως μεμνῆσθαι Χριστοῦ, μήτε μὴν ἀνακηρύττειν αὐτὸν ὡς ἰατρὸν, διὰ πολλῶν ἀναπείθειν ἐκμηχανώμενοι λόγων, πανουργότατα λίαν χρῆναι μὲν δόξαν ἀναθεῖναι τῷ Θεῷ διὰ τὸ θαῦμά φασιν, εὐσεβεῖν ἐν τούτῳ πλαττόμενοι, συνδιακεῖσθαι γεμὴν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
