# Commentarii in Joannem 2.184

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.184

καὶ ὁμολογεῖν ὡς βούλεσθαι διὰ βασκανίαν καὶ φθόνον. ὅτι δὲ ἀληθὲς καὶ τοῦτό ἐστιν, ἐξ αὐτῶν ἐπιδείξομεν τῶν εὐαγγελικῶν γραμμάτων. αὐτὸς γάρ που φησὶν ὁ μακάριος Ἰωάννης, ὡς εἱστήκει μὲν διδάσκων ὁ Ἰησοῦς ἐν αὐτῷ τῷ ναῷ, καὶ ὅσα τὸν νόμον ἐδόκει λυπεῖν κατά γε τὴν τῶν ἀκροωμένων ὑπόνοιαν ἐξηγούμενος. οὐδὲν δὲ τὸ παράπαν οἱ τῶν Ἰουδαίων ἡγούμενοι κινήσαντες, ἀλλ' οὐδὲ ὅσον εἰπεῖν ἀποτολμήσαντες φῆσαι λόγον Ὦ οὑτοσὶ, παῦσαι διδάσκων τὰ τοῖς πάλαι νόμοις ἀπᾴδοντα, ἐν ὑπονοίᾳ παρὰ τοῖς ὄχλοις ἐγίνοντο τῇ καὶ ἀρτίως ἡμῖν εἰρημένῃ. καὶ γοῦν καθὰ γέγραπται "Ἔλεγόν τινες τῶν Ἱεροσολυμιτῶν Οὐχ οὗτός "ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ "οὐδὲν αὐτῷ λέγουσι· μήποτε ἔγνωσαν οἱ ἄρχοντες ὅτι "οὗτός ἐστιν ὁ Χριστός;" μονονουχὶ γάρ φησιν οὕτως Ἴσασιν οἱ καθηγήσασθαι λαχόντες ὡς αὐτὸς ὄντως ἐστὶν ὁ Χριστός· ἰδοὺ καίτοι φονᾶν νομιζόμενοι κατ' αὐτοῦ, λαλοῦντι μετὰ πολλῆς ἄγαν τῆς παῤῥησίας, οὐδὲ ψιλοῖς ἐπισκήπτουσι λόγοις. τοιαύτης τοιγαροῦν ὑπονοίας διεσπαρμένης ἀνὰ πᾶσαν τὴν Ἱερουσαλὴμ, ἐξεπύθετό ποτε καὶ ὁ τυφλὸς, καὶ εἶχεν ἐν ὠσὶ τὸν ἐπὶ τούτοις λόγον. χαριέντως οὖν ἄρα τρόπον τινὰ διελέγχων φησίν Ἆρά με μάτην τοὺς αὐτοὺς ἀναμηρύσασθαι λόγους, καὶ ἀνυμνεῖν τὸ θαῦμα προστάττετε, ἢ σφόδρα ποιεῖσθαι τὴν καθ' ἡδονὴν ἐξήγησιν, διψῶντες μὲν ἤδη τὴν ὑπ' αὐτῷ μαθητείαν, ἀλλήλους δὲ ἐπιδυσωπούμενοι, καὶ ἀχάριστον προτιμῶντες αἰδὼ τῆς οὕτως ἀξιαγάστου γνώσεως;

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
