# Commentarii in Joannem 2.2

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.2

γὰρ εἱστήκει τὸ γαζοφυλάκιον, τουτέστιν, εἰς αὐτοῦ τοῦ ναοῦ τὸ μεσαίτατον ἐν αὐτῷ τῷ ἱερῷ τοὺς περὶ τῶν τοιούτων ἐποιεῖτο λόγους. ἀλλὰ καίτοι σφόδρα διαπριόμενοι καὶ λελυπηκότες ἐκτόπως ἐπὶ τοῖς παρ' αὐτοῦ λεγομένοις οἱ Φαρισαῖοι, οὐκ ἐπίασαν αὐτὸν, ἐξὸν εὐκόλως τότε δὴ τοῦτο μάλιστα δρᾶν αὐτοῖς· ἦν γὰρ, ὡς ἔφην, ἀρκύων ἐντός. τί οὖν ἄρα τὸ πεπεικὸς καὶ οὐχ ἑκόντας ἠρεμεῖν, τοὺς θηρίων ἀτιθάσων ἀγριαίνοντας δίκην; τί τὸ ἀνακόψαν τὴν ἐκείνων ὀργήν; κατεγοητεύθη δὲ ὅπως ἡ μιαιφόνος τῶν Φαρισαίων καρδία; οὔπω φησὶν ἐληλύθει ἡ ὥρα αὐτοῦ, τουτέστιν, οὔπω παρῆν ὁ τοῦ θανάτου καιρὸς, οὐ παρ' ἑτέρου τινὸς ὁ ὡρισμένος ἐπὶ τῷ Σωτῆρι Χριστῷ, ἀλλ' οὐδὲ κατὰ τὰς Ἑλλήνων ψευδομυθίας ἐξ εἱμαρμένης ἐπιῤῥιπτούμενος, ἤγουν ἀπὸ τῆς ὥρας κατὰ τὸν παρ' ἐκείνοις ληροῦντα λόγον, ὡρισμένος δὲ μᾶλλον παρ' αὐτοῦ κατὰ συναίνεσιν τοῦ Θεοῦ καὶ Πατρός. Θεὸς γὰρ ὑπάρχων τῇ φύσει καὶ ἀληθινὸς καὶ τοῦ πρέποντος διαμαρτεῖν οὐκ εἰδὼς, εὖ δὴ καὶ λίαν ἐξηπίστατο πόσον μὲν ἔδει τοῖς ἐπὶ τῆς γῆς συνδιαιτᾶσθαι χρόνον μετὰ σαρκὸς, πότε δὲ αὖθις ἰέναι πρὸς οὐρανὸν, τῷ τῆς ἰδίας σαρκὸς θανάτῳ καθελόντα τὸν θάνατον· ὅτι γὰρ οὐκ ἐκ τῆς τινων πλεονεξίας ὁ θάνατος ἐπενήνεκται τῇ κατὰ φύσιν ζωῇ, δῆλον μὲν δήπου οἶμαι πᾶσιν εἶναι τοῖς σοφοῖς. πῶς γὰρ ἂν ὑπερίσχυσε τῆς κατὰ φύσιν ζωῆς τὰ τοῦ θανάτου δεσμά; καὶ αὐτὸς δέ που διαμαρτύρεται λέγων ὁ Κύριος "Οὐδεὶς "αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἐγὼ τίθημι αὐτὴν ἀπ' "ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν "ἔχω λαβεῖν αὐτήν." εἰ μὲν γὰρ ὡς ἐξ ἀνάγκης ὡρίζετο παρ' ἑτέρου τινὸς ὁ καιρὸς, καθ' ὃν ἔδει πάντως αὐτὸν ὑπομεῖναι τὸν θάνατον, πῶς ἐν ἐξουσίᾳ κείμενον εὑρήσομεν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
