# Commentarii in Joannem 2.257

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.257

"καὶ ὁ Πατὴρ ἕν ἐσμεν," ἐλίθαζον αὐτὸν, ἀλλὰ μάτην, φησίν Εἰ ἐπείπερ εἶπον ἐμαυτὸν Θεὸν, δοκῶ βλασφημεῖν, διατί τοῦ Πατρὸς εἰρηκότος διὰ τοῦ νόμου πρὸς τοὺς ἀνθρώπους Θεοί ἐστε, οὐκ ἐκρίνατε τοῦτο εἶναι βλασφημίαν; τοῦτο δέ φησιν, οὐχὶ προσκαλούμενος αὐτοὺς εἰπεῖν τι κατὰ τοῦ Πατρός· ἀλλ' ἐλέγχων ὅτι τὸν νόμον ἀγνοοῦσι καὶ τὰς θεοπνεύστους γραφάς. ἐπειδὴ δὲ τῶν εἰρημένων θεῶν καὶ τοῦ φύσει Θεοῦ πολὺ τὸ μέσον, δι' ὧν λέγει διδάσκει τὸ διάφορον· εἰ γὰρ οἱ ἄνθρωποι πρὸς οὓς γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, θεοὶ κέκληνται, καὶ ἐλαμπρύνθησαν τῇ τῆς θεότητος τιμῇ, τὸν τοῦ Θεοῦ Λόγον εἰσοικισάμενοι καὶ εἰσδεδεγμένοι κατὰ ψυχὴν, πῶς οὐκ ἂν εἴη φύσει Θεὸς, ὁ δι' ὃν ἐκεῖνοι θεοί; "Θεὸς γὰρ ἦν ὁ Λόγος," κατὰ τὴν Ἰωάννου φωνήν· ὁ καὶ τοῖς ἄλλοις τοῦτο προξενήσας τὸ λαμπρόν. εἰ γὰρ ὁ τοῦ Θεοῦ Λόγος διὰ τοῦ Ἁγίου Πνεύματος ἀνάγει πρὸς τὴν ὑπὲρ ἄνθρωπον χάριν, καὶ κατακοσμεῖ θεϊκῇ τιμῇ τοὺς ἐν οἷς ἂν γένοιτο, διὰ τί, φησὶ, λέγετε ὅτι βλασφημῶ, λέγων ἐμαυτὸν Υἱὸν Θεοῦ καὶ Θεόν; καίπερ δι' ὧν ἐνεχειρίσθην παρ' αὐτοῦ μαρτυρούμενος ὅτι Θεός εἰμι φύσει. ἁγιάσας γάρ με ἀπέστειλεν εἰς τὸν κόσμον "Σωτῆρα τοῦ κόσμου·" ὅπερ μόνου ἔστι φύσει Θεοῦ, τὸ δύνασθαι διασώζειν ἐκ τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας καὶ τῆς φθορᾶς τοὺς ἀνθρώπους. Ἀλλ' ἴσως ὅταν ἡ θεία λέγῃ γραφὴ, παρὰ τοῦ Πατρὸς ἀπεστάλθαι τὸν Υἱὸν, εὐθὺς ὁ αἱρετικὸς τροφὴν τῇ οἰκείᾳ πλάνῃ ποιεῖται τὴν λέξιν, ἐρεῖ δέ που πάντως ὅτι ὑμεῖς οἱ παραιτούμενοι λέγειν τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς, πῶς οὐχ ὁρᾶτε παρ' αὐτοῦ πεμπόμενον ὡς παρὰ μείζονός τινος καὶ ὑπερκειμένου; τί οὖν ἐροῦμεν; ἢ ὅτι τὸ τῆς ἀποστολῆς ὄνομα, μάλιστα μὲν πρέπει τοῖς τῆς κενώσεως μέτροις· ἀκούεις γὰρ ὅτι συνάπτων ὁ Παῦλος ἀμφότερα, τότε φησὶν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
