# Commentarii in Joannem 2.3

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.3

τῇ παρ' αὐτῷ τὸ θεῖναι αὐτὴν ψυχήν; ἐλήφθη γὰρ ἂν καὶ οὐχ ἑκόντως, εἴπερ ἦν οὐκ ἐν ἑαυτῷ τὸ παθεῖν. εἰ δὲ τίθησιν αὐτὴν ἀφ' ἑαυτοῦ, τὸ ἄρα παθεῖν οὐκ ἐν δυνάμει τῇ ἑτέρου τινὸς, ἀλλ' ἐν βουλήσει μόνῃ τῇ αὐτοῦ θεωρήσομεν. τότε γὰρ ταῖς τῶν Ἰουδαίων ἀπονοίαις διεξάγεσθαι πρὸς τὸ ἐκείνοις δοκοῦν συγκεχώρηκεν, ὅτε δὲ συνεῖδεν ἤδη παρόντα τὸν πρέποντα τῷ θανάτῳ καιρόν. Μὴ μέγα φρονείτω τοιγαροῦν ἐπὶ τοῖς ἑαυτοῦ τολμήμασιν ὁ ἀλαζὼν Φαρισαῖος, μηδὲ λεγέτω φυσώμενος ἐκ πολλῆς ἀβουλίας Εἰ Θεὸς κατὰ φύσιν ὑπῆρχεν ὁ Χριστὸς, πῶς οὐ γέγονεν ἔξω βρόχων τῶν ἐμῶν; πῶς οὐ διέδρα χεῖρας τὰς ἐμάς; ἀντακούσεται γὰρ παρὰ τῶν ἀγαπώντων αὐτόν Οὐχ ὁ σὸς οὕτως ἴσχυσε βρόχος· ἦν γὰρ οὐδὲν χαλεπὸν τῷ πάντων κρατοῦντι Θεῷ τὴν σὴν συνθραῦσαι παγίδα, καὶ τὸ τῆς σῆς δυσσεβείας ὑπεκδῦναι δίκτυον· ἀλλ' ἦν τὸ παθεῖν τῷ κόσμῳ σωτήριον, λύσις ἦν θανάτου τὸ πάθος, ἁμαρτίας καὶ φθορᾶς καταστροφὴν ὁ μέγας εἶχε σταυρός. ταῦτα γινώσκων ὡς Θεὸς τοῖς σοῖς ἑαυτὸν ὑπέθηκεν ἀνοσίοις τολμήμασι· τί γὰρ εἰπέ μοι διεκώλυε περιπλέκεσθαι τότε μᾶλλον αὐτῷ, ὅτε παρ' αὐτῷ τῷ γαζοφυλακίῳ διδάσκοντι τοὺς ὀδόντας ἐπέτριζες· καὶ εἰ τῆς σῆς δυνάμεως ἔργον ἦν τὸ νικῆσαι Χριστὸν, τί μὴ δέσμιον ἐποιήσω τότε; ἀλλ' εἱστήκεις θυμῷ μὲν ἀκράτῳ πρὸς μιαιφονίαν ἐκκεκαλυμμένως, πράττων δὲ τῶν δοκούντων οὐδέν. οὔπω γὰρ ἤθελε παθεῖν ὁ ταῖς σαῖς ἀπονοίαις τῶν ἀῤῥήκτων ὥσπερ χαλινῶν πεισθείς. ταῦτα μὲν ἄν τις εἰκότως ταῖς τῶν Ἰουδαίων γλωσσαλγίαις ἀντιτιθεὶς δυσωπήσει καὶ οὐχ ἑκόντας εἰς τὸ μὴ οἷς ἥκιστα χρῆν ἀπαλαζονεύεσθαι· ἀποθαυμάσαι δὲ ἄν τις, καὶ μάλα εἰκότως, τὸν ἅγιον Εὐαγγελιστὴν ἐπισημηνάμενον εὐ-

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
