# Commentarii in Joannem 2.4

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.4

καίρως, καὶ εἰρηκότα σαφῶς, ὅτι ταῦτα ἐδίδασκεν ἐν τῷ ἱερῷ παρὰ τὸ γαζοφυλάκιον ὁ Σωτὴρ, καὶ οὐδεὶς ἐπίασεν αὐτόν. ἐπεμαρτύρει γὰρ ὥσπερ τοῖς παρ' αὐτοῦ ῥήμασιν, ἅπερ ἔφη πρὸς Ἰουδαίους ὅτε συλληψόμενοι παρῆσαν αὐτόν "Ὡς ἐπὶ "λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν "με; καθ' ἡμέραν ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ "ἐκρατήσατέ με." καὶ οὐ δήπου φήσειεν ἄν τις τὰ εἰκότα φρονῶν, ὡς ἐπῃτιᾶτο τοὺς Ἰουδαίους ὅτι μὴ πρόωρον αὐτῷ τὸ πάθος ἐπήγαγον, ἀλλ' οὐδὲ ὅτι τὸν δέοντα παρελάσαντες χρόνον, βραδεῖς ὥσπερ ἐβάδιζον ἐπὶ τὸ χρῆναι μιαιφονεῖν. ἐλέγχει δὲ μᾶλλον αὐτοὺς, ὡς οἰηθέντας ἀσυνέτως, καὶ οὐχ ἑκόντος αὐτοῦ περιέσεσθαί ποτε, καὶ βιασαμένους ἑλεῖν δύνασθαι τὸν οὐδὲν εἰδότα παθεῖν εἰ μὴ βούλοιτο. "Ἐκαθε"ζόμην γὰρ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐκ ἐκρατήσατέ με·" οὐ γὰρ ἠβουλόμην τότε, ἀλλ' οὐδ' ἂν εἰς τὸ παρὸν ἰσχύσατε τοῦτο δρᾶν, εἰ μὴ ταῖς ὑμετέραις χερσὶν ἐθελοντὴς ὑπενήνεγμαι. οὐκοῦν διὰ πάντων ἔξεστιν ἰδεῖν, ὡς οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ θανάτῳ περιβαλεῖν τὸν Κύριον, ἀλλὰ τοῖς μὲν ἐκείνων ἀνοσίοις τολμήμασιν ἐπιγράψαι τις ἂν τὸ ἐγχείρημα· τῷ δὲ Σωτῆρι Χριστῷ τὸ ὑπὲρ πάντων ἐθελῆσαι παθεῖν, ἵνα πάντας ἐξέληται καὶ ἀγοράσας αἵματι τῷ ἰδίῳ παραστήσῃ τῷ Θεῷ καὶ Πατρί. "Θεὸς γὰρ ἦν," κατὰ τὴν τοῦ Παύλου φωνὴν, "ἐν Χριστῷ κόσμον καταλλάσσων "ἑαυτῷ," καὶ τὸ τῆς εἰς αὐτὸν φιλίας ἐκπεπτωκὸς ἀνακομίζων ἀμνησικάκως εἰς ὅπερ ἦν ἐν ἀρχῇ. Εἶπεν οὖν πάλιν αὐτοῖς Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε. Ὅτι χρὴ παρόντος ἐπιδράττεσθαι τοῦ καιροῦ καθ' ὅνπερ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
