# Commentarii in Joannem 2.7

Cyrillus, Commentarii in Joannem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/2.7

τὸν ἄνωθεν ἥκοντα μὴ παραδεξάμενοι, πῶς ἂν καὶ δύναιντο κατακολουθεῖν πρὸς τὰ ἄνω βαδίζοντι; διπλῆ τις οὖν ἄρα ἐστὶ τοῖς ἀπειθοῦσιν ἡ κόλασις, καὶ οὐκ ἐν ἁπλοῖς τισι τῆς ζημίας ὁ λόγος. ὅνπερ γὰρ τρόπον τοῖς ἀῤῥωστίᾳ περιπεσοῦσι σωματικῇ τληπαθεῖν ἀνάγκη λοιπὸν καὶ τὰ δεινὰ τοῦ πάθους ὑποφέρειν ἀλγήματα, καὶ πρὸς τούτῳ καὶ τῶν τῆς ὑγείας στερεῖσθαι καλῶν· οὕτως οἶμαι, καὶ οὐχ ἑτέρως, τοὺς ἐληλακότας εἰς ᾅδου, καὶ δίκην ἐκεῖ πραττομένους ταῖς ἁμαρτίαις ἰσόμετρον, καὶ τὴν ἐκ τῆς κολάσεως ὑπομένειν συμφορὰν, καὶ τῆς τῶν ἁγίων ἐλπίδος ζημιοῦσθαι τὴν ἀπόλαυσιν. ἄριστα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐχ ὅτι ταῖς ἑαυτῶν ἁμαρτίαις ἐναποθανοῦνται μόνον, ἀλλ' ὅτι καὶ πρὸς τὰς ἄνω μονὰς οὐκ ἀναβήσονταί φησι· διπλῷ γὰρ ὥσπερ αὐτοὺς καταδήσας σχοινίῳ, τῆς ἐνούσης δυσβουλίας ἐξέλκειν ἐπείγεται. πανταχόθεν ἀνασώζων τὸ ἀπολωλὸς, καὶ καταδεσμῶν τὸ συντετριμμένον, καὶ ἀνορθῶν τὸ κατεῤῥαγμένον· ταῦτα γὰρ ἦν ποιμένος ἀγαθοῦ, καὶ τὴν ψυχὴν ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας ἀντιδιδόντος ἑτοίμως· τοῖς μὲν αὐτοῦ μαθηταῖς ἐπηγγείλατο λέγων "Πορεύσομαι, καὶ "ἑτοιμάσω τόπον ὑμῖν, καὶ πάλιν ἥξω καὶ παραλήψομαι "ὑμᾶς μετ' ἐμαυτοῦ," βάσιμον ἔσεσθαι δεικνὺς καὶ αὐτὸν τοῖς ἁγίοις τὸν οὐρανὸν, καὶ τὰς ἄνω μονὰς ηὐτρεπίσθαι διδάσκων τοῖς ἀγαπῶσιν αὐτόν· τοῖς γεμὴν ἀπειθεῖν ἑλομένοις αὐτῷ, δικαίως τε καὶ ἀναγκαίως φησὶν, ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. τίς γὰρ ἂν ὅλως ἀκολουθήσαι ποτὲ τῷ παναγίῳ Χριστῷ τὸν διὰ πίστεως οὐκ ἀγαπήσας καθαρισμόν; ἢ κατὰ τίνα τρόπον ὁ μεμολυσμένος ἔτι, καὶ τὸν ἐκ τῶν ἰδίων παθῶν οὐκ ἀποτριψάμενος ῥύπον, συνέσται τῷ φιλανθρώπῳ Δεσπότῃ; "Τίς κοινωνία φωτὶ πρὸς "σκότος," κατὰ τὴν τοῦ Παύλου φωνήν; οἶμαι γὰρ ἁγίους

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
